Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 79: To the Same

οθ΄. Τῷ αὐτῷ.

Ὅσα ἐπέστειλας τέκνον ἠγαπημένον ἤσθην, ἀγαθὰ καὶ οὐκ ἀγαθὰ, περιχαρῆ καὶ λυπηρὰ, εὐέλπιστα καὶ δυσέλπιστα, γινωσκόμενα καὶ ἀγνοούμενα· ἐῶ γὰρ λέγειν τοὺς περὶ τῆς ἀθλιότητός μου ἐπαίνους οὐ ποιοῦντος οὐδ᾽ οὐ μὴν ποιήσαντος ἀγαθὸν ἐπὶ τῆς γῆς, κἂν σοὶ σύνηθες ἐπαίρειν τὰ κατ᾽ ἐμὲ, ἔκ τε ἀγάπης καὶ πίστεως, αἷς κεχαρακτηρισμένον ὁρῶν σου τὸ τῆς ψυχῆς πρόσωπον, δοξάζω μου τὸν θεὸν τὸν βεβαιοῦντά σε ἐν τῇ πεποιθήσει τοῦ φόβου αὐτοῦ· τὰ ἡμέτερα μὲν οὕτως ἐν ταπεινώσει καὶ ἀθλιότητι· τί γὰρ καὶ πεπόνθαμεν; οὐδ᾽ ὡς οἱ πατέρες μου καὶ ὁμοταγεῖς· κατόπιν δὲ πολὺ, ἐπειδὴ καὶ τῆς κατ᾽ ἀρετὴν αὐτῶν ἀξίας· ὅμως ὅτι ἐλέει θεοῦ καὶ ἱκεσίᾳ πατρικῇ, ἐπεὶ καὶ ἀδελφικῇ, εὔφορος ἡμῖν ἡ ἐξορία καὶ ἡ μόνωσις· ἄλλως τῆς ἀγαθότητος τοῦ θεοῦ ὑπαγαγόντος τὴν τῆς ταπεινώσεως ἡμῶν διάθεσιν· ἧς οὐκ ἂν ἐπέτυχον, εἰ μὴ ἐμονώθην· ἣν ἠσπασάμην βελτιώτερον μέλιτος· καὶ ὦ τῆς φιλανθρωπίας τοῦ πρὸς τὸ συμφέρον μικρὸν λυποῦντος, εἶθ᾽ ὕστερον δεικνύοντος τὸ ἐκ τῆς θλίψεως κέρδος, καὶ τὸ ἐκ τῆς πικρότητος γλυκύ· οὐ μὴ οὖν ἔτι ὁ τάλας δυσχερανῶ ἐφ᾽ οἷς με ἄξει Χριστὸς ἡ πάντων χαρά· ἐπιφωνῶν δέ εἰμι· «κτηνώδης ἐγενήθην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ·» διὸ οὐ φροντίσω περί τινος, ὥσπερ οὐδὲ περὶ τῆς σκαιωρίας τοῦ βασιλέως, εἰ καὶ σχοινίοις διέτεινε παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα θέμενός μοι· «γέγραπται γάρ· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα·» εἴη μοι, ὦ καλὸν τέκνον, δι᾽ εὐχῶν ὑμῶν ἐξ ἄκρας φιλανθρωπίας θεοῦ καλυπτούσης μου ἄβυσσον ἁμαρτιῶν, ἐνεργὴς ἡ προσταγὴ αὕτη πρὸς πᾶσαν μου τὴν ζωὴν, κατὰ πάσης ὁρατῆς τε καὶ ἀοράτου δυνάμεως· ὅπως δὲ καθέζομαι, μαθέ πως καὶ ἀνήγγειλαι· καὶ δι᾽ οἰκείας φωνῆς διηγήσοιτο εὖ μάλα ὁ γραμματηφόρος, τίς τε ἐστιν προστάτης τῆς ξενίας μου, κατὰ πολλοὺς τοὺς τρόπους, οὺς καὶ λαμβάνειν ἐν ταῖς προσευχαῖς παρακαλῶ· ἵνα τί δὲ κεκοπίακας φιλοπάτωρ ἐν οἷς ἀπέστειλας πολλοῖς καὶ ποικίλοις οὖσιν; ἀνταμείψεταί σε ὁ θεός μου τοῖς ἐντεῦθεν πνευματικοῖς καὶ τοῖς ἐκεῖθεν ἀϊδίοις· κάμνειν οἶδ᾽ ὅτι ἑλκόμενος καὶ ἀνθελκόμενος, πιεζόμενος καὶ περιτεινόμενος, πρὸς τοὺς κατ᾽ ὄψιν, πρὸς τοὺς ἀπόντας, πρὸς λόγον, πρὸς ἔργον, πρὸς νουθέτησιν καὶ συμβίβασιν πρὸς ὑπερέχοντας καὶ ὑπέχοντας, πρὸς πᾶν ὁτιοῦν τῶν παρισταμένων καὶ συμπιπτόντων· καὶ ταῦτα μετὰ καὶ παρασκευῆς ἄρσεως, ἢ καὶ κινδύνου· ἀλλὰ θάρσει, πολύς σου ὁ μισθὸς, μαρτυρίου σοι στέφανος· καὶ ὦ τῆς προνοίας τῇ τοῦ κρατοῦντος σκαιωρίᾳ ἀποχρησαμένης εἰς πολλῶν σωτηρίαν· πλὴν γρηγόρει λίαν σὺν τοῖς λοιποῖς· οὐ γὰρ ὡς ἔτυχεν ἐκτείνεται δίκτυα πτερωτοῖς· ἀλλ᾽ ὑμῖν ὁ κύριος ὑπερπτῆναι ποιήσειεν μέχρι τέλους· ὡς ἀληθῶς ἥψατό μου τῆς ἐλεεινῆς ψυχῆς ἡ πτῶσις τοῦ χρυσοπολίτου· ἀλλ᾽ ὁ κύριος εἴη βοηθὸς τῶν τε γραμματικῶν καὶ τοῦ κυρίου Ἰωσὴφ καὶ οὕτινος ἄλλου πειραζομένου ὑπὸ τοῦ νέου Ἰαννοῦ, οἷς περ καὶ ἐπέστειλα, εἴπερ εὐοδοθείη ἡ ἀπόδοσις αὐτῶν, πρότερον ἀναγινώσκοντός σου τὰς ἐπιστολάς· κιχρῶ σεαυτὸν καὶ τῇ τοῦ ἁγίου Φωκᾶ κατὰ κύριον καὶ διὰ κύριον τὰ δυνατὰ, ἐπεὶ καὶ ἄλλαις φρουρουμέναις, θεοῦ γὰρ διάκονοι εἰσὶν, ὁμολογίας ἔργον πληροῦσαι· ἡ χάρις τοῦ κυρίου εἴη σοι φυλακτήριον ἐν πᾶσιν ἠγαπημένε· προσαγορεύει ὁ κύρις Ἰωάννης σὺν τῷ ἀδελφῷ Νικολάῳ.

· Contents ·