Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 80: To the Same

π΄. Τῷ αὐτῷ.

Τετράκις ἄρτι γράφων εἰμὶ ἐξ ὅτου ἀπεχωρίσθην σου, τέκνον μου ἠγαπημένον· δηλῶν τὰ καθ᾽ ἡμᾶς, ὁμοῦ τε καὶ τὴν τῶν ἀδελφῶν ἔπαρσιν, καὶ ὡς μόνος κατελείφθην μετὰ τοῦ ἀδελφοῦ Νικολάου· διὸ οὐδὲ πολλοῦ μοι λόγου χρεία, ἢ μόνον ἐπισημάναι (εὑρόντι τὸν γραμματηφόρον ἀδελφόν τε ὄντα καὶ πιστὸν) ὅτι ὑγιαίνομεν σώματι, ἡμέραν ἐξ ἡμέρας προσαναμένοντες τὸ σωτήριον τοῦ θεοῦ· ποῦ γὰρ ἀλλ᾽ ἢ περιβλεψόμεθα ἢ ἀποσκοπήσωμεν ἢ τίνα καὶ ἀναπνεύσωμεν εἰς ἑτοίμην βοήθειαν καὶ παράκλησιν θλίψεως; ὅθεν οὐδὲ γέγονεν ἡμῖν δυσχερὲς τὸ τοὺς ἀδελφοὺς ἀρθῆναι· τοὐναντίον παρ᾽ ἐλπίδα ἀναπαυστικὸν, σφιγχθεῖσιν εἰς θεὸν καὶ μόνον, καθάπερ σωλῆνος θλιβομένου ἀναπέμποντος τὸ ὕδωρ ὑψοῦ· διὸ αἱρούμεθα καὶ τοῦ ἀδελφοῦ Νικολάου διαιρεθῆναι· ὅμως στέργομεν ἐν τοῖς φθάσασιν· οὐκέτι ἡμέτερον θέλημα, ἀλλὰ θεοῦ οἰκονομίαν, τοῦ συμφερόντως πάντως οἰκονομήσαντος τὸ ταπεινὸν ἡμῶν καθισμάτιον· ἔχω τοίνυν ἀεὶ συνόντα μοι ἐκ διαδοχῆς ἑβδοματιαίου, καὶ ἕνα τῶν πορταρίων· σὺν αὐτῷ ἐσθίομεν, ψάλλομεν, κοιμώμεθα· οὕτω διαμείβομεν τὴν ἡμέραν, ὡς ἂν οἶδεν ὁ ἐφορῶν θεὸς, ἐργαζόμενοι, ἀναγινώσκοντες, ἡσυχάζοντες, ἐν καιρῷ καὶ τὰ συμπίπτοντα ὁμιλοῦντες, πρός τε ἡμᾶς αὐτοὺς, καὶ πρὸς τοὺς ἐπισκεπτομένους ἄνδρας ἀγαθοὺς, οὐ μὴν ἀλλὰ καὶ μονάζοντας· ἐκίνησεν γὰρ ὁ θεὸς οὐ μόνον ἐκ τῶν ἐγχωρίων, ἀλλὰ καὶ ἐκ τῆς ὑπερορίου, καὶ ἔτι ποῤῥωτέρω παρακαλοῦντας ἡμᾶς καὶ σωματικῶς καὶ ψυχικῶς αὐτάρκως· καὶ εἰς τοσοῦτον τινὰς ὁμοψυχοῦντας, ὡς καὶ δεξιᾶς δοῦναι μέχρι θανάτου ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγωνίσμασι· κἂν γὰρ ἡμεῖς ἀνάξιοι καὶ τοῦ ἀναπνεῖν, ἀλλ᾽ ὁ ἀγαθὸς κύριος ἐν παντὶ τοὺς δι᾽ αὐτὸν ὑπεροριζομένους προφθάζει, φυλάττει, προνοεῖται, φροντίζει ὑπὲρ ὃ ἐλπίζει τίς· οὕτως τὸν Ἡλίαν ὑπὸ κόρακος πεινῶντα ἔθρεψεν· οὕτως τὸν Δανιὴλ διὰ τοῦ Ἀμβακοὺμ ἀεροπορήσας, καὶ ὅν τινα ἄλλον τῶν θεραπόντων αὐτοῦ· μὴ δὴ οὖν ὦ τέκνα λυπεῖσθε ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς, ὡς ἐγκαταλειφθεῖσιν· ὅταν καὶ τοῦ δυστήνου τοῦδε σώματος διαιρεθῶ ὑπὸ χριστοδιωκτῶν (καὶ τοῦτο γὰρ κἂν ἀνάξιός εἰμι παρασκευάζομαι παθεῖν) τότε σωθήσομαι· τότε προσληφθήσομαι εἰς ζωήν· τότε τὸν ἐμὸν διώκτην καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν, νικήσω εἰς αἰῶνα· διὸ τέκνον μου θερμῶς μοι προσεύχου μετὰ τῶν ἀδελφῶν σου, πάντα πάντοτε ὑπὸ ἐφόρῳ θεῷ καὶ διανοεῖσθαι καὶ διαλέγεσθαι καὶ ἐργάζεσθαι· ὅπερ κἀγὼ ὑπέρ τε σοῦ τοῦ ποθητοῦ μου καὶ ὁμοκαρδίου παρὰ τοὺς ἄλλους σου ἀδελφοὺς, καὶ αὐτὸν παρακαλεῖν μετὰ δακρύων νύκτωρ καὶ μεθ᾽ ἡμέραν οὐ διαλειμπάνω, ὡς ἂν οἱ πάντες εὐαρέστως κυρίῳ, ἀνδρικῶς τε μαρτυρικῶς διενέγκοιμεν καὶ τόνδε τὸν καλὸν ἀγῶνα, μὴ καταισχύνοντες τοῖς ἤδη παρισταμένοις τὰ προϋπηργμένα· διὰ τοῦτο μόχθει καὶ αὐτὸς ὑπὲρ ἐμοῦ ἐν τοῖς ἀδελφοῖς· τοὺς μὲν ἕλκων διὰ ζώσης φωνῆς καὶ στηρίζων· τοῖς δὲ καὶ ἀπὸ μέλανος ἀνακαλούμενος, καὶ ἁπαξαπλῶς ὅλον ἐπιδίδου σεαυτὸν εἰς ὅ τι ἂν ἡ χρεία καλοίη· περὶ τῆς οἱασοῦν σωματικῆς χρείας, μὴ καταπονοῦ· ἔχομεν τὴν αὐτάρκιαν θεοῦ προνοίᾳ· ἀλλὰ μηδὲ τὰς βίβλους πέμψεις, οὐκ οἶδα ἐὰν τὸ λεξικὸν, καὶ τὸ τετράδιον ἐν ῷ διὰ σημείων λόγον ἐποίησα, ὅπερ καὶ ὑπέδειξεν ὁ Ὑπάτιος τῷ Καλλίστῳ πρὸς τὸ μεταγράψαι αὐτόν· καὶ πάλιν ὡς οἰκονομεῖ ὁ κύριος δηλοῦμεν· διὰ γὰρ φίλων ἠδυνήθημεν καὶ ὦδε ἔχειν τινὰ πρὸς ἀνάγνωσιν· εὖ σε ποιῆσαι ὁ θεὸς ὅτι ἔπεμψας εἰς τὸ Ο, ἀλλὰ καὶ πάλιν ἐπέστειλα· καὶ ὅτε εὐρεθῇ τίς, ἀποστελεῖς· μεριμνῶ δὲ περὶ τῶν δύο ἀδελφῶν πῶς τὰ κατ᾽ αὐτοὺς, διὸ εὑρίσκων σήμανόν μοι· ὡσαύτως περὶ τῶν ἐννέα καὶ δέκα· ὁ θεός σε τέκνον ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπάσειεν· προσαγόρευσον τοὺς φυλάσσοντας λόγον, ἐξαιρέτως τὸ Δ τὸ Λ τὸ Ι.

· Contents ·