Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 81: To the Same

πα΄. Τῷ αὐτῷ.

Ἐτάχυνας τέκνον τοῦ ἐπισκέψασθαι ἡμῶν τὴν ταπείνωσιν, ἀλλ᾽ ὁ πόθος πρᾶγμα ἄστεκτον, τὰς ἡμέρας ὡς ὥρας, καὶ ἐνιαυτοὺς ὡς καιροὺς λογιζόμενος· εὐχαριστῶ οὖν τῷ θεῷ μου ὅτι ἀνάξιος ὦν, οὕτως ὑφ᾽ ὑμῶν στέργομαι καὶ περιέπομαι· πέπομφας τὸν καλὸν Ἀδριανὸν εἰς ἀνδρείαν καὶ παρηγορίαν μου· οὐκ ἀκόπως δηλονότι διὰ τὴν σύζευξιν καὶ ἀποσύζευξιν τῶν μετ᾽ αὐτοῦ· εὐχαριστῶ κἀν τούτῳ, ὅν περ καὶ ἐκράτησα ἔξωθεν που περιάγοντα· τοὺς δὲ περὶ τὸν ἀδελφὸν Σιλουανὸν ἀνέπεμψα πάλιν παρακληθεὶς ἐν αὐτοῖς· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά·» τοιοῦτοι οἱ ἄνδρες ἵν᾽ ἐν συντόμῳ τὸ κατ᾽ αὐτοὺς παραστήσω· ἡμῖν δὲ τοῖς ταπεινοῖς ὑγίεια πάρεστι σώματος, εἴη δὲ καὶ ψυχῆς διὰ τῶν ὑμετέρων προσευχῶν· ὅσα καὶ διὰ γράμματος καὶ στόματος ἀπήγγελλες μοι, ἔγνων· καὶ δέομαι ὡς ἁμαρτωλὸς ἔτι βεβαιωθῆναι ἐν τῇ ἀμετακινήτῳ πίστει ἡμῶν τῆς ἀληθείας, πάντας τοὺς πατέρας ἡμῶν καὶ ἀδελφοὺς, τοὺς τοῦ ἡμετέρου σώματος καὶ τοὺς τοῦ κοινοῦ πληρώματος· μακαριστὸς ὁ πλεονάζων ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασι, καὶ τέλος ἀγῶνος ἀποδιδούς· ἰδοὺ νῦν καιρὸς μαρτυρίου, τῷ νικῶντι παρὰ θεοῦ ὁ στέφανος· ἦσθαι τοίνυν καὶ ἀγωνίζου καλὲ Ναυκράτιε, νοὸς κράτος φερωνύμως γενόμενος· πάντοτε νήφων· πάντα κατὰ θείαν βουλὴν διαπραττόμενος· «μηδεμίαν γάρ φησιν ἐν μηδενὶ προσκοπὴν διδόντες ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι.» Τέως ἄρτι μηδεὶς διέλθῃ εἰς ἡμᾶς διὰ τὴν ἐξέλευσιν τοῦ ἔθνους, ἢ ὅταν ὑποστραφῇ· ὁπόσα ἀπεκλαυσάμην διὰ τὸ πάθος τῶν δύο ἀδελφῶν, δηλοῖ καὶ ἡ πρὸς τὸν ἀββᾶν Ἀθανάσιον ἐπιστολὴ μετ᾽ εὐχαριστείας· ἀπείτω ὁ χρηστὸς Σιλουανὸς τὴν ἐν κυρίῳ πορείαν αὐτοῦ, ἐφοδιασθεὶς καὶ παρ᾽ ὑμῶν γράμμασι· τὸν λόγον ὃν ἔπεμψα μεταγραφείτω καὶ ἐν ἑτέροις ἵνα διασώζηται· ἐτόλμησα αὐτὸν ποιῆσαι ἐκ πόθου, εἰ ἄρα μὴ πολύ ἐστιν ἀπόπτυστος τοῖς ἀναγινώσκουσιν, καὶ τῇ μητρὶ τοῦ κυρίου εἰς ὕβριν· ἀλλ᾽ ἱλεώσασθαι αὐτὴν παρακληθείητε ὑπὲρ ἐμοῦ· ἄσπασαι τὸ Δ, τὸ Θ· ἄσπασαι τοὺς συγκελλίτας· ἄσπασαι τοὺς μυστηριοφύλακας· ἀσπάζονταί σε οἱ σὺν ἐμοί· ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου, ἀμήν.

· Contents ·