Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 82: To Letoius, His Son

πβ΄. Λητωΐῳ τέκνῳ.

Διὰ τῶν ἀμφοτέρων σου ἐπιστολῶν τέκνον ἠγαπημένον, ἔγνων καὶ νῦν τὴν ὁλικήν σου μετάνοιαν καὶ ἐπιστροφήν· μάλιστα ὅτι ἐξέφυγες τῶν ἐν ἄστει τὰς διατριβὰς, προσφυεῖς τῷ οἰκονόμῳ· τοῦτο με πέπεικεν ἐξολοκλήρου σε φιλεῖν· μᾶλλον δὲ θεὸν δι᾽ ὃν στέργω καὶ στέργομαι· ἐν ῷ καὶ γεγέννηκά σε, υἱέ μου ἀγαπητὲ Λητώϊε· μὴ δὴ οὖν ἐν τοῖς προλαβοῦσι καταπέσοις, ἐφ᾽ ὅσοις καὶ ὑπεσκείσθης συμβάμασιν ἐξ ἁμαρτιῶν μου· «μὴ γὰρ οὐκ ἔστιν ῥητίνη φησὶν ἐν Γαλαάδ; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιστράφητε πρός με, βοᾷ ὁ θεός.» Ἀναπαλαίσας στρατιώτης, καὶ πάλιν στρατιώτης, ὡσαύτως καὶ κυβερνήτης· οὐ γὰρ εἰ καὶ τὴν πρὸς θάνατον ἁμαρτίαν ἡμάρτωμεν, οὐκ ἔτι ἔστι ζῆν· ζῶμεν πάλιν διὰ μετανοίας· ἀψευδὴς γὰρ ὁ εἰπών· «Ζῶ ἐγὼ λέγει κύριος, οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν·» ὥστε ἔστι μετὰ θάνατον ἁμαρτίας, ζῆσαι· οὐκέτι δὲ μετὰ τὴν ἐνθένδε ἀποβίωσιν· συνέκλεισεν γὰρ κατ᾽ αὐτοῦ φησιν· δεῦρο λοιπὸν ἀδελφὲ, «προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· ἐγγὺς κύριος τοῖς ἐπικαλουμένοις αὐτόν.» Στέρξον, τέκνον μου, ἐν τῷ οἰκονόμῳ ἐὰν ἐμοὶ πείθῃ· οἱ γὰρ ἀνατρέποντές σε πάλαι τὴν ἔξοδον, ἐχθροὶ καὶ οὐ φίλοι, οὔτε σοῦ οὔτε θεοῦ· κοπίασον μικρὸν, δέομαι· ἐπιλαβοῦ ἀρχῆς ἕξεως φροντιστικῆς τῆς σωτηρίας· ὅτι ῇ ὥρᾳ οὐ προσδοκῶμεν, ὁ κύριος ἔρχεται· μνήσθητι, τέκνον, τῆς ἀποταγῆς σου, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματός σου, τῶν λοιπῶν κόπων καὶ ἀγώνων σου· ἐγὼ ἐγγυητής σου τῆς σωτηρίας ὁ ἁμαρτωλός· ἐγὼ ἔτεκον, ἐγὼ ἰατρεύσω· μόνον αὐτὸς στῆθι· μόνον ἀνάνηξον τοῦ βάρους τῆς ἀθυμίας· μόνον ἔπεχε σεαυτῷ· μόνον μὴ μονωθῇς ἔτι, κἂν συμβῇ μὴ συμποιεῖν, μηδ᾽ αὖ πῶς συνεῖναι σε τῷ οἰκονόμῳ· ταῦτα τὸ νῦν, ἐπεὶ καὶ ἡνίκα τύχοι γραμματηφόρος, οὐ κατοκνήσω γράφοντί σοι, ἀντιγράφειν· αὐτὸς ὁ κύριος τῆς σωτηρίας ἡμῶν ἐφαψάμενός σου τῆς καρδίας, ἐμποιήσειεν φῶς ἐν τῇ ψυχῇ σου, παράκλησιν, διέγερσιν, ἐργασίαν καθ᾽ ὅσον οἷόν τε, καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· τέκνον μου προσεύχου μοι ἵνα σωθῶ κἀγώ· οἱ ἀδελφοί σου προσαγορεύουσιν σε.

· Contents ·