Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 83: To the Same
πγ΄. Τῷ αὐτῷ.
Οἷα χαίρω ὁ ταπεινὸς δεχόμενός σου λόγον τέκνον, καὶ ἔχων ἐν καρδίᾳ ὃν πάλαι ἀπώλεσα· ἀλλὰ χάρις τῷ συνάψαντι θεῷ· εἴθε καὶ τὸ πρόσωπον εἶδον· ὥφελον καὶ ζώσης σου φωνῆς ἐπαϊέναι· οὕτω σε ποθῶ καὶ χαίρω ἀνακληθέντα· μὴ δὴ οὖν ῥαθυμήσειας υἱέ μου· εὐθυμῶν δὲ πορεύου τὴν ἐν κυρίῳ πορείαν τῆς ψυχῆς· τὰ ὑποβληθέντα παρὰ τοῦ ἐμποδιστοῦ τῆς σωτηρίας σκώλα καὶ ἐμπτώματα, πόῤῥω βάλλων, καὶ ὁδοποιῶν ἑαυτῷ τὴν πρὸς θεὸν εἴσοδον· ἤνοικται γάρ τοι ἤδη, τῶν κλείθρων τῆς ἁμαρτίας ἀρθέντων· ἄλειψαί σου τοὺς νοητοὺς πόδας, καὶ κατὰ μικρὸν κινούμενος, πέποιθα ὅτι καὶ ὀξυποδίσοις καὶ φθάσοις εἰσελθεῖν εἰς τὰ ποθούμενα· ἤδη πρόκειται καὶ ἀγών· τί οὖν παράδοξον καὶ εἰς κατάλογόν σε μαρτύρων φθάσαι; ναὶ τέκνον Λητώϊε στῆθι, σώθητι, εὐδόξησον· εὖ δὲ πάνυ ὅτι ἀπορία μετὰ τοῦ οἰκονόμου σε εἶναι ᾠκονομήθη· συνεζεύχθης τῷ Προτερίῳ ἀδελφῷ, τῆς ταπεινώσεως ἔργον· ταπείνωσις δὲ τὸ καθαιρετικὸν φάρμακον τοῦ ἀντικειμένου· εἰρήνη σοι καὶ ἰσχὺς ἐκ θεοῦ· προσεύχου περὶ ἐμοῦ· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε.