Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 84: To Irene the Patrician

πδ΄. Εἰρήνῃ πατρικίᾳ.

Καὶ γράφοντες καὶ μὴ γράφοντες, ἔργον ἔχομεν ἀνεπιλήστως μνημονεύειν σου τῆς τιμιότητος· οὐ μόνον κατὰ τὸν τῆς εὐεργεσίας λόγον, ὃν ἐνεδείξω ἔκπαλαι πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἀλλὰ γὰρ καὶ κατὰ τὸν τῆς ὁμολογίας Χριστοῦ τρόπον· συντάσσοντές σε τοῖς ὦδε κἀκεῖσε διὰ Χριστὸν περιωρισμένοις καὶ ἐναθλοῦσι· μὴ γὰρ καὶ αὐτὴ οὐ δεδιωγμένη, οὐκ ἄποικος, οὐκ ἄπολις, οὐ περιωρισμένη, οὐκ ἐνπαράσκευος ἀεὶ πρὸς κινδύνους; ναὶ ἀληθῶς, καὶ διὰ τοῦτο μακαρία ὅτι σοι ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· τίς οὐκ οἶδεν τῶν ὁμολογητῶν ὅτι συνωμολόγησας; ποῦ οὐκ ἠκούτισται ὅτι καὶ συγκλητικὴ ἐν μάρτυσιν; ἐθαύμασάν σε μοναστῶν τάγματα· ἤνεσάν σε λαϊκῶν συνεδρεύματα· τί δὲ ταῦτα; αὐτὰ τὰ τῶν ἀγγέλων καὶ ἁγίων τάγματα εὐφράνθησαν ἐπὶ σοί· καὶ μὴ δοκήσῃς κολακείαν εἶναι τὸν λόγον· βλέπε οὖν ὦ μάρτυς Χριστοῦ οἷον τετίμησαι, οἷον ὕψωσαι· σύγκρινόν μοι πηλὸν καὶ χρυσὸν, τοσοῦτον καὶ πολλῷ πλέον οὗ κατέλειπες ἐπιγείου ἀξιώματος, τὸ νῦν δωρηθέν σοι ὑπὸ θεοῦ ἀξίωμα ἐπουράνιον, μάρτυρα καλεῖσθαι Χριστοῦ, ὁμολογητὴν ἀληθείας· διὸ ὑπομνήσκω μὴ τραπῆναι τὸ καθόλου τῆς ἐνστάσεως ἐπὶ τὴν ἀσάλευτον πέτραν τῆς ὀρθοδοξίας ἐριρεισμένην σε· μηδὲ εὐπτόητον ἀμφοτερίζουσαν γενέσθαι ταῖς τινῶν καταπτώσεσιν, εἴτε μοναστῶν καὶ δοκούντων εἶναί τι, εἴ τε ἁπλῶς οὐτινοσοῦν· οἱ γὰρ τοιοῦτοι ψευδάδελφοι, ψευδαπόστολοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· πολλοὶ δοκησίσοφοι καὶ ἀρχιεροφανεῖς καὶ ἁγιόδοκοι ἐν τοῖς πάλαι ἑαλώκεσαν· ἔλαμψαν δὲ ὡς φωστῆρες ἐν κόσμῳ ὀλίγοι καὶ ἀληθινοὶ σοφοὶ, οἴτινες εἰσὶ φόβῳ θεοῦ διαζῶντες, ἐπείπερ ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μὴ οἰηθέντες εἶναι πολλοῦ ἄξιοι· ἐπειδὴ ἄνθρωπος εἰς πρόσωπον, θεὸς δὲ εἰς καρδίαν ὁρᾷ· παρακαλῶ ἔτι, στόμωσον ἑαυτὴν τῷ ἄνθρακι τῆς θείας ἀγάπης, κόπτουσα πᾶσαν προσπάθειαν· οὕτω γὰρ συγκόψοις τὰς προσβολὰς τὰς μελλούσας· μὴ γὰρ πάντως οἴου ἀβασάνιστος διαμένειν εἴτε λόγῳ ἢ καὶ ἔργῳ· φθονεῖ σε γὰρ ὁ διάβολος λαβὼν καιρίαν πληγὴν ἐπὶ σοί· ὅτι καὶ γυνή μου κατεξανίσταταί φησι, καὶ ταύτη ὑπὸ ζυγὸν, καί γε ἐν περιφανείᾳ· τοιαῦτα πῶς λέγων· οὐ φέρω, κινῶ κατ᾽ αὐτῆς ἔτι μου πολλὰς μηχανὰς, τὸν ἄνδρα, τὸ τέκνον, τὸ αἷμα ὅλον, τὰς ὁμοσυγκλήτους, τὰς γνωρίμους, τοὺς παῖδας, τὰς παιδίσκας, τὴν περιουσίαν, πρὸς τούτοις ἐλεεινὰ δάκρυα, παρακλήσεις, ὑποσχέσεις· εἰ δέ γε ἐντεῦθεν ἀποτύχω, μετέρχομαι ἐπὶ τὸ ἕτερον εἶδος· προσάγω βασιλικὰς ἀπειλὰς, φθόνοις τῶν ὁμοαξίων, οὐᾶ λεγόντων ἐκείνη μόνη ὑπερέξει πάντων; ὅστις καὶ ποία; ὕβρεις ἔτι, χλευασμοὺς, μυκτηρισμοὺς, καταγέλωτας· ἐνίοτε καὶ ἐμπτυσμοὺς, μὴ καὶ ῥαπίσματα, μὴ καὶ κολαφίσματα, μὴ καὶ θάνατον· ὅρα ἀδελφὴ ἐν κυρίῳ μὴ ἐνδόσῃς· ταῦτα Χριστοῦ στίγματα· ταῦτα στέφανοι οὐράνιοι, νέαν σε μάρτυρα ποιοῦντα· μὴ γὰρ κἀκεῖναι οὐκ ὁμοιόσαρκοι; εὐγενίδες; πολύολβοι; ἐξ ἀνδρὸς τμηθεῖσαι μαχαίρᾳ τοῦ πνεύματος· οὕτως σε ὁ λόγος παρασκευάσθαι ὑποτίθεται ἀδελφομῆτερ· μή σε δελεάσει ἔκ τινος ὁ πειραστὴς διάβολος· ἵνα πολλοὺς τῷ οἰκείῳ ὑποδείγματι στερεώσῃς καὶ σώσῃς, ὅπως χορεύσῃς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ αἰωνία· προσεύχου περὶ ἐμοῦ· ἀσπάζομαι ἐν κυρίῳ τὴν ὅρπηκά σου καὶ σύναθλον.

· Contents ·