Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 85: To John, Bishop of Sardis
πε΄. Ἰωάννῃ ἐπισκόπῳ Σάρδης.
Οὔπω μοι μέχρι τοῦ δεῦρο ἤκουσται, ποῦ ποτ᾽ ἂν εἴη περιωρισμένη ἡ πατρική σου ἁγιωσύνη· διὸ ὑπέμεινα συνέχων τὴν χεῖρα καὶ οὐχ εὑρίσκων πληρῶσαι μου τὴν ἐπιθυμίαν· ἐλπίδι οὖν πτερωθεὶς ἐπιτεύξασθαι τοῦ ποθουμένου, ἐπέστειλα τὸ παρὸν, καὶ οἶδ᾽ ὅτι οὐ διαψευσθήσομαι τῆς ἐλπίδος ἐν κυρίῳ· ἀλλά γε δεῦρο φράσον, ὦ μεγαλοπάτορ, πῶς ἡ ἐξορία, καὶ ποῦ, καὶ ὁ ὑποδεξάμενός σε χῶρος, οἵ τε αὐτόχθονες καὶ οἱ πλησιάζοντες; ἆρα δεξιοὶ καὶ τῆς ἐκλεκτῆς μερίδος ἑκάτερα, ἢ ἄμφω τὰ ἐναντία καὶ σκολιάζοντα; πλὴν ὅτι διὰ Χριστὸν καὶ τὰ δυσχερῆ εὐχερῆ, καὶ τὰ λυπηρὰ περιχαρῆ· μακάριος εἶ, ὑπὲρ ἀληθείας δεδιωγμένος τῆς οἰκείας ἐκκλησίας, καὶ ἐξωρισμένος ποῤῥωτέρω τῆς ἐνεγκαμένης· μακάριος εἶ διὰ κύριον ἐμπαιχθεὶς καὶ κονδυλισθεὶς ὑπὸ τῶν ἀσεβῶν ἔμπροσθεν τοῦ καϊαφαϊκοῦ συνεδρίου· μετὰ Χριστοῦ ἐθεατρίσθης σὺν τοῖς ὁμάθλοις, σὺν Χριστῷ καὶ ἐδικαιώθης, καὶ ἐπὶ τὸν σταυρὸν μὲν οὐκ ἀνῆλθες ὅτι μὴ καιρὸς, σταυροφορῶν δὲ ἐξῆλθες προπηλακισθεὶς καὶ διασυρθεὶς παρὰ τῶν παρανόμων· ἐξ οὗ καὶ ὁ τῆς δικαιοσύνης σοι στέφανος οὐρανόθεν ἀγγελόπλοκος.
Ἄγε δὴ πατέρων κορωνὶς εἰς μέσον τοὺς θείους σου ἀγῶνας· σύναψον αὐτοῖς καὶ τοὺς ἑξῆς, ἔτι γὰρ καιρὸς μαρτυρίου εἰς κόσμον τῇ Χριστοῦ ἐκκλησίᾳ· ἀπαράτρεπτος ἔσο (μετ᾽ αἰδοῦς ὑπομνήσκω, λαβὼν ἔκπαλαι ἐπιτροπὴν τοῦ λέγειν ἐξ ἄκρας σου ταπεινοφροσύνης) τῆς καλῆς ὁμολογίας, ἧς ἔλαβες ὡς ἔπαθλα τὰς ἐντίμους ἀτιμίας, καὶ ἣν ὡμολόγησας ἐνώπιον θεοῦ καὶ ἀνθρώπων· διὰ Χριστὸν ἔτι παθεῖν τὸ ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθλῆσαι· οὔτε γάρ, φησιν ὁ μέγας Βασίλειος τὸ κράτος ἐπ᾽ ἀμφοῖν σχίζεται, οὔτε ἡ δόξα μερίζεται· οἱ δὲ χριστομάχοι οὐ μόνον μερίζουσιν, ἀλλὰ γὰρ καὶ ἀτίμως καθυβρίζοντες, διὰ θατέρου θάτερον ἀπαρνοῦνται, ἰουδαίζοντες πλαγίως, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀνασκευάζοντες· εἰ γὰρ μὴ εἰκονίζεται Χριστὸς καθ᾽ ἡμᾶς, ἔστιν ἀπερίγραπτος ὡς ἔξω σώματος· πᾶν γὰρ τὸ ἐνσώματον περιγραφόμενον· καί που, ὅτι ὁ λόγος σὰρξ ἐγένετο; ἢ πῶς διαγνωσθείη ὁ τῆς σαρκώσεως λόγος, εἰ ὡς πρὶν σωματώσεως, οὕτω καὶ μετὰ σωμάτωσιν ἀπερίγραπτος, ἤτοι ἀνεικόνιστος χαρακτῆρι τῷ καθ᾽ ἡμᾶς μεμένηκεν Χριστός; δεῖ γὰρ διαφορὰν εἶναι δυοῖν πραγμάτων ἑτεροφυῶν, οἷον ὕδατος καὶ πυρὸς, ὕλης καὶ ἀϋλίας, συνθέσεως καὶ ἁπλότητος, καὶ τῶν ἐξ ἐναντίας ἁπάντων ἀφεστηκότων ἀλλήλοις· οὕτω τοιγαροῦν καὶ ἀσωματότητος καὶ σωματώσεως, ἤ τις ἐστι διαφορουμένη πρὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καθ᾽ ἣν Χριστὸς μεσίτης θεοῦ καὶ ἀνθρώπων, τοῖν δυοῖν τὰ ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀπαράφθαρτα φέρων· καὶ γέγονεν ὁ ἄϋλος, ἔνυλος· ὁ ἁπλοῦς, σύνθετος· ὁ ἄσαρκος, ἔνσαρκος· ὁ ἀνεμφερὴς καὶ ἀνεικόνιστος, ὅμοιος ἡμῖν κατὰ πάντα· εἰ δὲ οὐκ εἰκονίζεται, οὔπω διαφορὰ, οὔπω σύνοδος τῶν ἐναντίων ἐκ θείας εὐδοκίας τε καὶ δυνάμεως· διὰ τοῦτο οὐδὲ σάρκωσις· ψεύδεται δὲ καὶ ὁ λέγων, θεὸς ἐφανερώθη ἐν σαρκὶ, καὶ ὅτι παραπλησίως ἡμῖν καὶ αὐτὸς μετέσχε σαρκὸς καὶ αἵματος· οὕτω συνῆκται τοῖς δόγμασιν ἰουδαίζειν τοὺς εἰκονομάχους, καὶ προδρόμους πεφηνέναι τοῦ ἀντιχρίστου· ὧν φύγοιμεν, ὦ πάτερ, τὴν ἀσέβειαν ἴσα ἰουδαϊσμοῦ, μὴ ἀτονοῦντας πρὸς τὰ πάθη, μηδ᾽ αὖ πρὸς τὸ μακροημερὲς τῆς αἱρέσεως, μιμούμενοι τοὺς ἁγίους τοὺς διὰ μακροθυμίας καὶ πολλῶν παθημάτων κληρονομήσαντας τὰς θείας ἐπαγγελίας· συγγνωμονήσεις δέ μοι πάντως, ὦ ἱερὰ κεφαλὴ, ἐφ᾽ οἷς διελέχθην τὰ προστεταγμένα, ποιοῦντι· ἀλλ᾽ οὖν καὶ ὑπερεύξει ἐν ἀφέσει ἁμαρτιῶν καὶ ἀπτωσίᾳ λόγου καὶ ἔργου παρελθεῖν με τὸν τῇδε βίον.