Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 86: To Peter of Nicaea
πϛ΄. Πέτρῳ Νικαίας.
Κελεύει με ἐπιστέλλειν ἡ ἁγιωσύνη σου καὶ ἔχειν τοῦτο ἐρασμίως· ὅτου χάριν πυνθάνομαι ὁσιώτατε, καὶ δι᾽ ἣν τινα αἰτίαν, ἢ πάντως ἐφέλκειν θέλων πρὸς ἀγάπην, ὅπερ σοι δῶρον θεοῦ ὑπὲρ τοὺς πολλοὺς ἐχαρίσατο, δημιουργεῖν φιλίας, καὶ διὰ τοῦτο στέργεσθαι ἀντιπεπονθότως· ἤκω τῷ πατρικῷ προστάγματι ὡς υἱὸς ἐλάχιστος· ἀλλὰ τίς ὁ παρ᾽ ἐμοῦ λόγος τοῦ ἀσυφήλου, ᾠνήσασθαι δυνάμενος τὸν πολλοὺς ᾠφελοῦντα; μάλιστα τὰ νῦν αὐτοῖς ἔργοις ὑπὲρ ἀληθείας πάσχοντα, καὶ μηδὲν ὑπὲρ αὐτῆς προκρίνοντα; ἥλιος ἔλαμψας ἐν τῇ αἱρετικῇ νυκτομαχίᾳ· στύλος ἤγερσαι ἐν τῇ ἐκκλησίᾳ, ὑπερείδων τοὺς σαθρουμένους· ἀντιβολῶ, ὦ Πέτρου τοῦ μεγάλου συνώνυμε Πέτρε, πέτραν σε σχοίει ἀσάλευτον εὐσεβείας ὁ παρὼν σεισμὸς τῆς ἀσεβείας· ὡς ἂν καὶ ἡμεῖς οἱ εὐκαταγώνιστοι ἐρηρείμεθα ἐν σοί· διάνυε τοὺς διαύλους τῆς ὁμολογίας, οὐκ ἀνιδρωτὶ πάντως, ἐν τούτῳ γὰρ καὶ οἱ στέφανοι· εἰ ἐν ἑπτὰ περιόδοις τὸν δρόμον τελοῦντες οἱ ἐπὶ γῆς ἁρματηλατοῦντες καταστέφονται, τί θαυμαστὸν εἰ τοῖς τὴν ἄνω νύσσαν θέουσι, μηκυνεῖ Χριστὸς ὁ ἀληθινὸς ἀθλοθέτης, ὥσπερ εἴωθεν ἔκπαλαι, τοὺς χρόνους; ἐμοὶ δοκεῖν τῷ ἀμαθεῖ, ἵνα καὶ τῶν τρεχόντων τὸ ἀνολίγωρον δοκιμάσοι, καὶ τῶν ἐλαυνόντων τὴν μανίαν ἐπίχῃ, εἰ δ᾽ οὖν κολάσῃ· σοὶ μὲν τὰ παρ᾽ ἐμοῦ τοσαῦτα παρεγγυῶντι ὁ μακάριε· ἐμοὶ δὲ ἀρκέσειεν ἱερῶν εὐχῶν σου ἀποστολὴ, κἂν ἐπιστολῆς ἀποτύχοιμι.