Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 87: To Abbot Macarius

πζ΄. Μακαρίῳ ἡγουμένῳ.

Ἐμοὶ χαρὰ παντὶ μὲν ἄλλῳ ὁμιλεῖν διὰ γράμματος εὐσεβοῦντι· πόσῳ γε μᾶλλον πατρὶ τοιύτῳ καὶ τηλικούτῳ, οὗ ἡ ἀγάπη ἐν ἐμοὶ κραταιὰ, καὶ ἡ εὐχὴ ἀσπαστὴ ὡς ὄμβρος ἐπ᾽ ἄγρωστιν; καὶ γὰρ ὁσιώτατέ μου χρήζω σου τῶν ἱκεσιῶν μετέχειν ἀεὶ, διὰ τὸ ἀκατάρτιστόν με εἶναι καὶ εὐκαταγώνιστον· ὡς ἂν διαδράσοιμι καὶ τὸν ἀόρατον διωγμὸν καὶ τὸν ὁρώμενον, οὗ ὁρᾶς οἷα τὰ τυρβάσματα, τὰ κολαστήρια, αἵματα μὲν τυχὸν οὐκ ἐνοῦντα αἰσθητῶς, φθόνῳ τοῦ μὴ δοκεῖν τοὺς πάσχοντας εἶναι μάρτυρας· εἰ καὶ ὅτι οὐκ ἀπὸ τῆς αὐτῶν γνώμης, ἀλλὰ τῇ τῆς ἀληθείας ψήφῳ κρίνει θεὸς τὰ πράγματα· ἐκ τοῦ κατὰ μικρὸν δὲ ὑποπιασμοῦ καὶ ἐκθλιμμοῦ, αἱματεκχυσίαν ἐργαζόμενα ἀψευδῶς· ὁπόταν γὰρ ἐν λιμῷ καὶ δίψει, ἐν ἐξορίαις καὶ εἰρκταῖς, ἐν σιδήροις ἐπὶ ποδὸς καὶ μονώσεσιν, ἐν ἁρπαγαῖς ὑπάρξεων καὶ ἐκδιώξεσιν, ἐν διατριβαῖς ἐρήμων οἰκήσεων, ἐν ὄρεσί τε καὶ σπηλαίοις κατὰ τὸ γεγραμμένον· καὶ οὔπω λέγω καὶ αἱμάτων διὰ μαστίγων κενώσεσι, πῶς οὐ ταῦτα μαρτύρια; πόσοι οἱ στεφανίται; ἄρον κύκλῳ τοὺς τοῦ νοῦ ὀφθαλμοὺς, ὦ μακαριώτατε, καὶ ἴδε ἅπαντα καὶ πέρα τούτων, καὶ ἐξ ἑαυτοῦ ἀθλήσεως τὸν λόγον πιστούμενος· ἀλλ᾽ ὅμως νικῶν νίκα τριπόθητε, οἷα καὶ εἶεν τὰ ἐπαγόμενα καὶ ἐπαχθησόμενα· ἵνα σε κορωνίδα ἡ μοναχικὴ πολιτεία ἔχοι· ἤ τε ὅλη τοῦ Χριστοῦ ἐκκλησία ὁμολογίας στεφανίτην γνωρίσοι· ἡμεῖς τε οἱ ἐλάχιστοι ἐγκαλλώπισμα λάβοιμεν εὐπρεπείας.

· Contents ·