Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 88: From a Friend to a Friend

πη΄. Τῷ φίλῳ ὁ φίλος.

Καιρός μοι τοῦ γράφειν, τοῦ δὲ μνημονεύειν σου τῆς καλῆς ἀγάπης, ἅπας· καὶ τοῦτο οὐ δῶρον ἀλλὰ κατὰ χρέος, οὐ μόνον διὰ τὴν φειδῶ ἣν ἐνεδείξω ἐν ἡμῖν, ἣν τίς μαθὼν οὐκ ἂν ἀγάσαιτο πληρωτὴν οὖσαν τῆς ἐντολῆς ἐκείνης, ἵνα τις θήσῃ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ; ἀλλὰ καὶ διὰ τὴν καλοτροπίαν σου· ὡς γὰρ ἕπεται τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ τῇ σῇ τιμιότητι τὸ χαρίεν καὶ ἀγαπητόν· καὶ τοῦτο οὐ λόγος διάκενος· τίς γάρ σε ἰδὼν οὐκ ἤσθη; τίς δέ σου πειραθεὶς οὐκ ἐτρώθη εἰς φιλίαν; πυνθάνομαι ὅτι καὶ ἐξ ἀκοῆς εἶλες τινὰ, ὥστε σε ἀγχιστεῦσαι θέλειν· καί γε τὸ παραδοξότερον· φασὶ γὰρ γυμνὸν ἐν βαλανείῳ εἰσελθόντα ἐπιγαμβρεύσασθαι· οὐδενὸς ἄλλου ἐπιζητουμένου διὰ τὸ πολύολβον τοῦ ἐκκαλουμένου, καὶ εἰκότως· ὁ γάρ τοι τὴν ἀρετὴν ἠμφιεσμένος, πλουσιώτερος πάντων· ὡς ποῦ τὸν Ὁδυσσέα ἱστοροῦντες ἐκ ναυαγίου γυμνὸν περισωθέντα φάναι τάδε· ἴδε οὐ διέψευσμαι ἐν τοῖς ἀν᾽ ὄπιν· ἀλλ᾽ ὡς ἔμαθον καὶ εἰς ἀρχὴν κομητάτου προήχθαι σε, ἐχάρην μὲν οὐ πολύ· μικρὸν γὰρ τῇ εὐσεβείᾳ σου καὶ ἀμφοτεροδεξιώσει τουρμαρχάτον· ἐλυπήθην δὲ ὅτι ἀπομακρύνεις· ὅμως τῷ πτερῷ τοῦ γράμματος δυνατὸν πέτασθαι καὶ συνάπτεσθαι ἀλλήλοις· φύλασσαί μοι οὖν, ὦ παῖ καλὲ, εἰ οὐ δυσχεραίνοις ἀκούων, τὴν παρακαταθήκην τῆς ὀρθοδόξου πίστεως καὶ κοινωνίας, μνημονεύων μου ἐξ ἴσου, σώζοιο ἐν κυρίῳ πάντοτε.

· Contents ·