Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 89: To Irene and Kale, Sisters
πθ΄. Εἰρήνῃ καὶ Καλῇ ἀδελφαῖς.
Ὅτι παρεκλήθη ἡ τιμία ὑμῶν δυὰς ἀπὸ τοῦ ἀδελφικοῦ πάθους, χάρις τῷ παρακαλέσαντι θεῷ· τοῦτο γὰρ ἐδήλωσεν ὁ γραμματηφόρος, ὃς καὶ ἤγαγεν (πρὸς) ἡμᾶς τὰ ἀποσταλέντα παρ᾽ ὑμῶν· ἃ ἰδόντες, ἐδόξαμεν ἐκεῖνον τὸν μακάριον θεωρεῖν καὶ προσφθέγγεσθαι· καὶ γοῦν ἔχομεν αὐτὰ εἰς ὑπόμνημα αὐτοῦ ἀνεπίληστον· ἀναπαύσειεν ὁ θεὸς κἀκεῖνον μετὰ ἁγίων, ὧν εἵλετο ζῶν τὴν μερίδα· δοίη καὶ ὑμῖν τὸν μισθὸν ὑπὲρ ἀδελφοῦ ἀληθινοῦ ἀγωνιζομέναις διὰ τῆς τοιαύτης εὐποιίας, ἀναπεμπούσαις τὰ ἀπόμοιρα αὐτῷ ἐν τῷ μέλλοντι αἰῶνι· ὃς καὶ ἔτι ζῶν προαπέθετο τὴν ἄσυλον κληρονομίαν· ἀλλὰ τί ὅτι καὶ αὐταὶ τὸν αὐτὸν τῆς παρθενίας εἱλάμεναι βίον, οὐδὲν ἀπολείπεσθε κόσμῳ, πάντα θεῷ θησαυρίζουσαι, ἐχόμεναι καί γε τῆς ὀρθοδοξίας; εὐλογηθείη ἡ τριὰς ὑμῶν· εὐλογημένη καὶ ἡ δυὰς ἡ ἐνεγκοῦσα ὑμᾶς εἰς φῶς· καλὴ ἡ φρόνησις ὑμῶν, μακαρία ἡ πρᾶξις ὑμῶν· εὔχεσθε ὑπὲρ ἐμοῦ ἅγιαι γυναῖκες.