Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 90: To Sergius the Consul, His Cousin

ϟ΄. Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ.

Οὐχ ὅτε γράφω τότε μνημονεύω σου τῆς ἀγάπης γνησιώτατόν μου αἷμα· ἀλλὰ καὶ πάντοτε λαμβάνων σε ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ οὐ διαψεύδομαι· ἐρῶ γάρ σε οὐ μόνον ὡς ἀγχιστέα, ἀλλὰ καὶ ὡς ὁμογνώμονα· καὶ ὑπὲρ πάντα συγγενῆ οἰκειωμένον τῇ ταπεινώσει μου· οὐ μὴν ἀλλὰ καὶ ὡς φιλοσυνόμιλον, ὡς αὐτὸς ἀφ᾽ ἑαυτοῦ εἰκάζειν ἔχεις· ἐπειδή πως ἔσοπτρον τῆς ἀγάπης τῆς πρὸς τὸν πλησίον, ἐν ἑαυτῷ ἕκαστος κέκτηται· διέστησε δὲ ἡμᾶς ὁ καιρὸς ὡς οἶδας· ἀλλ᾽ ὥσπερ ἐγὼ εὔχομαί σε φυλάττεσθαι ἀσινῆ καὶ ἀμέτοχον τῆς χριστομάχου αἱρέσεως, οὕτω καὶ αὐτὸς ὑπερεύχου φίλτατε διασώζεσθαί με κατὰ πάντα τὸν ἁμαρτωλὸν ἀπήμονα· τί δὲ ὁρᾶταί σοι τὰ κατὰ τὴν Βυζαντίδα; ἐγκαταλέλειπται σπέρμα ὀρθόδοξον; ἢ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν; στοναχίζει τις τὴν ἅλωσιν, ἢ ὡς ἐπὶ Νῶε ἡ ἀναίσθητος ἀδιαφορία, οὓς ὕδωρ οὐράνιον κατέκλυσεν; ἆρα δὲ κἂν ἐκ τῶν ναζιραίων οἱ ἑαλωκότες κλαίουσιν, ἢ ὡς μηδὲν πεπονθότες νήχονται τοῖς τῆς αἰρέσεως κύμασι; καί γε ὁ ἡμέτερος Μαξιμηνίτης; δίδαξον, φρουρῶν τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον· εἰ μή τι ἄλλο, ταύτην εἰλικρινῆ τῷ θεῷ παριστῶντες.

· Contents ·