Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 91: To Gregory the Cleric

ϟα΄. Γρηγορίῳ κληρικῷ.

Χαῖρε στρατιῶτα Χριστοῦ· γέγονας ἐξόριστος δι᾽ αὐτόν· ἐπειδὴ γὰρ ὥσπερ τις χρυσὸς ἐχωνεύθης οἱονεὶ καὶ ἐπυρώθης ταῖς μάστιξι, ταῖς φυλακαῖς, τοῖς προπηλακισμοῖς, τοῖς ἐμπτυσμοῖς, οἷς τισιν ἄλλοις ἑπομένοις τοῖς προηγουμένοις, οὐδὲ γὰρ ἀπαριθμεῖν πάντα δυνατὸν, εἴληφας καὶ τὸ τῆς ὑπερορίας κλέος ὥσπέρ τι διάδημα· ἔχει σε ἡ νῆσος προῖκα ὀρθοδοξίας· αὐχεῖ σε ἡ ἐνεγκαμένη περιθρυλλοῦσα σου τὸ κράτος τῆς ἀνδρείας· ὦ τοῦ θαύματος· μόνος ἐκ τοῦ κλήρου τῆς βασιλίδος, θεῖον σὺ ἀνάθημα· ποῦ δὴ τὸ πρεσβυτέριον; ποῦ δὲ τὰ ὑφειμένα τάγματα; ὦ τῆς ἀπωλείας· πάντες τοῦ καιροῦ, πάντες τῶν τῇδε, πάντες τῆς σαρκὸς, πάντες τῶν φόβων· ἀλλ᾽ οὐχ ὁ ἱερὸς καὶ ἱερουργὸς τοῦ Χριστοῦ Γρηγόριος· καλῶ γάρ σου καὶ τὸ ὄνομα ὥσπέρ τι θεῖον ἄκουσμα, ὑπομνηματίσαι· τοῖς μεγάλοις Γρηγορίοις σὺ συναρίθμιος, φερωνύμως γρηγορήσας τὰ θεῖα, καὶ ὑπὲρ θεοῦ ἀνατλὰς πόνους καὶ ἱδρώτας, προσθείην δ᾽ ἂν καὶ αἱματεκχυσίας· χαίρετε ἀπόστολοι κυρίου, ὁ θεῖος ναὸς καὶ περιβόητος· ἀφ᾽ ὑμῶν γὰρ ὁ κήρυξ τῆς ἀληθείας· ὑμεῖς τὸν γενναῖον ἄνδρα καὶ ἱερουργὸν ὑμῶν οἱ καρποφορήσαντες· χαίρετε μάρτυρες Χριστοῦ οἷς ἡ εὔλαλος γλῶσσα πολλαχῶς παννυχίως ἐμελώδησεν· οὗ ἡ ἀρετὴ διαπρύσιος, καὶ ἡ γνῶσις περίδοξος, καὶ ἡ εὐμέλια ἀξιέραστος· δεῦρο μοι μύστα, μύησον καὐτόθι τὰ μυήσεως ἄξια, δίδαξον τοὺς ἀμαθεῖς, φώτισον τοὺς ἐσκοτισμένους, δι᾽ οὓς ηὐδόκησεν τὴν ἐξόρισιν θεός· ἔχεις τοὺς τὸ ἀσθενές σου σαρκίον ὑπερείδοντας, ἢ πάντων ἀφῃρέθης διὰ Χριστόν; πλὴν Χριστός σοι ἑστία, Χριστὸς ἐπαρωγὸς, Χριστὸς στεφανίτης· ῷ μὴ ἐλλείπῃς προσεύχεσθαι κἀμὲ σῶον καὶ ἀπήμονα διαφυλαχθῆναι τοῦ ὁρυομένου ἀεὶ δράκοντος.

· Contents ·