Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 92: To Anatolius, His Son

ϟβ΄. Ἀνατολίῳ τέκνῳ.

Χαίρω ὁσάκις δέχομαι ὑμῶν γράμμα τέκνα μου ἀγαπητὰ καὶ ἐπιπόθητα· ἀκούω γὰρ ὑμῶν τῆς φωνῆς καὶ ἤδομαι· βλέπω κατὰ νοῦν ὑμῶν τὸν χαρακτῆρα καὶ γάννυμαι· πότε γὰρ καὶ ἐπιλαθέσθαι ὑμῶν δυνηθείην τῶν ἐμῶν σπλάγχνων, τῶν ἐμῶν μελῶν; περισσοτέρως δὲ χαίρω ἀκούων καὶ μανθάνων ὅτι μένετε ὁμοῦ ἀδιάσπαστοι καθὼς καὶ συνήφθητε ἐν κυρίῳ κατὰ προσώπου μου· τοῦτο δὲ τῆς σῆς ἐπιχάριτος πρῶτον, ἠγαπημένον μου τέκνον Ἀνατόλιε· ὁ τῶν ὀφθαλμῶν μου φωτισμὸς ἐν πνεύματι· ἔπειτα καὶ σοῦ, τέκνον μου καλὸν Σαβάτιε, τοῦ ὑπὸ τοῦ ἀδελφοῦ σου διὰ κύριον φιλοῦντος πρωτεύεσθαι, ὅπερ ἐστιν ἀποστολικόν· καὶ γὰρ ἀνὰ δύο ἀποστέλλων ὁ κύριος τοὺς μαθητὰς εἰς τὸ κήρυγμα, τοῖν δυοῖν τὸν ἕνα ὑπέταξεν· ἐπεὶ καὶ πνεύματα προφητῶν, προφήταις ὑποτάσσεται ὥς φησιν ὁ ἀπόστολος· καὶ οὗτος ἄριστος νόμος, καὶ αὕτη ἀρίστη ζωή· στέργετε οὖν οὕτως ἀγαπητοὶ, ἕλκοντες ἡμέραν ἐξ ἡμέρας μεθ᾽ ὑπομονῆς καὶ μακροθυμίας· ἐν ταύτῃ γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας οἱ ἅγιοι· ὁ γὰρ ὑπομείνας εἰς τέλος φησὶν οὗτος σωθήσεται· ἐπιτηροῦντες μή τι παρ᾽ ἐντολὴν τὸ γινόμενον· μή τι κατὰ παῤῥησίαν ὀλέθριον· μή τι κατὰ ψυχικὸν νυσταγμόν· ἴστε γὰρ ἀδελφοί μου ὅτι ἀκήρυκτος ὁ ἐν ἡμῖν πόλεμος τοῦ ἐχθροῦ· παντοίαις μηχαναῖς πάντοτε γλιχομένου ἡμᾶς πτῶσαι, ὀλέσαι, καταπιεῖν· ἀλλ᾽ οὐ δοίη αὐτῷ κύριος δύναμιν καθ᾽ ἡμῶν ἐάν περ γρηγορῶμεν, ἐάν περ νήφωμεν, ἐάν περ ὁ ἁγνὸς αὐτοῦ φόβος καθηλοῖ τὰς σάρκας ἡμῶν καὶ κατασπᾷ ἔσθ᾽ ὅτε ἐρεθιζομένας καὶ κινουμένας· πολέμου γὰρ ταῦτα· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος φησὶν ὁ ἀπόστολος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ἵνα μὴ ἃ ἂν θέλωμεν ταῦτα ποιῶμεν, ἀλλ᾽ ἅπερ τὸ πνεῦμα· εἴη Χριστὸς βοηθὸς ἡμῶν ἐν ᾧ νικᾶν τὸν σατανᾶν προστετάγμεθα, κατά τε τὸν τῆς πράξεως λόγον καὶ τὸν τῆς πίστεως, ἐν ᾗ μάλιστα καὶ ὁ ἀγὼν τὰ νῦν ἀκμάζων· βλέπετε, τεκνία, μὴ δειλανθῆτε ἀπὸ τῶν ἀποκταινόντων τὸ σῶμα· μαρτυρίου καιρὸς, πάντα ὑποίσωμεν παρακαλῶ ὑπὲρ Χριστοῦ, ἵνα στεφανωθῶμεν· προσεύχεσθε περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι ἐν πᾶσιν· ἀσπάσασθε τοὺς σὺν ὑμῖν, μάλιστα τὸν ἀδελφὸν Σίμωνα ἐὰν ἐστὶ σὺν ὑμῖν· οἱ μετ᾽ ἐμοῦ ἀδελφοὶ ὑμῶν πλείστα ἀσπάζονται· ὁ κύριος μεθ᾽ ὑμῶν· ἀμήν.

· Contents ·