Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 93: To Symeon, His Son

ϟγ΄. Συμεῶνι τέκνῳ.

Οὐχ ὅτε γράφω μνημονεύω σου μόνον, τέκνον ἠγαπημένον, ἐπεὶ οὐδὲν μέγα, ἀλλὰ σοῦ πάντοτε τὴν ἀγαθὴν μνήμην ἔχω μετὰ τοῦ συνόντος σοι τέκνου μου ἀββᾶ Ἀντωνίου, εὐχόμενος φυλάττεσθαι ἀμφοτέρους, ὡς δύο κόρας ὀφθαλμῶν ἀθολώτους, κατὰ πίστιν τε καὶ ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· περισσοτέρως δὲ ἐπαινῶν εἰμὶ τὴν φρόνησίν σου, τέκνον μου, ὅτι ἐμάκρυνας φυγαδεύων ἀπὸ τῆς ἐνεγκαμένης σε, παροικῶν ἐπὶ τῆς ξενείας· τί γὰρ ᾠφέλησεν τῷ ἀναπαυομένῳ Δανιὴλ ἡ ἐγκάθησις; διὸ λυποῦμαι ὅτι τῷ ὄντι ἀθέσμως καὶ σκανδαλιστικῶς ἐναπέμεινεν ὁ πρῶτος ἀδελφὸς μεθ᾽ ὧν ἔχει· σὺ μὲν οὖν θεῖα φρονῶν καλῶς ἐξενίτευσας καὶ πορεύει· καί γε κύριος κατάρτισαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθὸν, ποιῶν ἐν ὑμῖν τὸ εὐαγγέλιον αὐτοῦ· βοηθεῖτε δὲ ὅπως οὖν δύνασθε καὶ ἀδελφοῖς ὑμῶν οὐ καλῶς καθεζομένοις, εἴτε διὰ γράμματος εἴτε διὰ παρουσίας, εἴς τε τὸν προειρημένον καὶ εἰς τοὺς ἐν τοῖς αὐτόθι· τοῦτο δὲ λέγω διὰ τὸν Θεωνᾶν καὶ τὸν Θεόφιλον τὸν τέκτονα· ἀκούω γὰρ τὸν μὲν πάντη ἀπαυθαδιάσαντα, τὸν δὲ μετὰ τῆς ἀδελφῆς καταμένοντα· εἰς μὲν τοῦτον ἀπέστειλα· καὶ διὰ τὴν ἀγάπην τοῦ θεοῦ κοπώθητε ἀπελθεῖν· μέχρις αὐτοῦ καὶ ἐπιδοῦναι αὐτῷ τὴν ἐπιστολὴν καὶ ἀναγνῶναι, ἢ τις καὶ ἐμφέρεται ἔνδον τῆς ἐπιστολῆς σου· καὶ ἴσως ὁ θεὸς ὁρῶν τὸν κόπον ὑμῶν εὐθετήσει τὴν ζωὴν αὐτοῦ· εἰς δὲ τὸν Θεωνᾶν ὑπεστάλην τέως γράψαι, μὴ καὶ προδότης γένηται· ἀλλὰ δέομαι σου καὶ ἐπ᾽ ἐκείνου ἢ αὐτοπροσώπως, ἢ διὰ γραμμάτων μαθεῖν τὴν δύναμιν αὐτοῦ λέγων αὐτῷ· ὅτι λυπεῖται σφόδρα ὁ πατὴρ ἡμῶν ἀκούσας οὐκ ἀγαθὰ περὶ σοῦ· καὶ γράψον αὐτῷ, κἀγὼ δύναμαι ἵνα ἀποσωθῇ ἡ ἐπιστολή σου πρὸς αὐτὸν καὶ ἀντιγράψει σοι· καὶ ἴσως οὕτως ἕλκεται καὶ γράφει· ἢ παντελῶς μανθάνομεν τὴν ἀποστασίαν αὐτοῦ· ναὶ τέκνα μου παρακαλῶ κοπιάσατε ἐν τούτῳ· ὁ δὲ θεὸς τοῦ πατρός μου ἀναδείξει ὑμᾶς στύλους καὶ ἑδραιώματα τῆς αὐτοῦ ἐκκλησίας, ἐν τῷ ὑπενεγκεῖν ὑμᾶς οὐ μόνον τὰ τῆς ἐξορίας θλιπτικὰ, ἀλλὰ καὶ τὰ μέχρις αἵματος ἀγωνιστικαὶ ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, προσευχόμενος καὶ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως ἵνα σωζόμεθα ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν ἀσπάζονται ὑμᾶς πόθῳ· ἡ χάρις μεθ᾽ ὑμῶν· ἀμήν.

· Contents ·