Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 94: To Theophilus, His Son

ϟδ΄. Θεοφίλῳ τέκνῳ.

Ἀδελφὲ Θεόφιλε ὑγιαίνων ἔσῃ· τί τοῦτο, ὃ ἀκήκοα περὶ σοῦ τοῦ ἀγαπητοῦ μου υἱοῦ; τοῦ πιστοῦ μου τέκνου, τοῦ ὑπὲρ τοὺς πολλοὺς τῶν ἀδελφῶν εὐλαβεστέρου, τοῦ προκειμένου τοῖς τέκτοσι πᾶσιν ἐξ ἀρχῆς εἰς ὑπόδειγμα καλόν· τοῦ θερμοτέρου τῶν ἄλλων εἰς ἀπολογίαν εὐσεβῆ καὶ ζῆλον θεοῦ διάπυρον· καὶ τί δεῖ πολλὰ λέγω τοῦ ὀφείλοντος εἶναι καὶ κατὰ τὸ ὄνομα φῶς τῶν ἐν βίῳ, καὶ ἅλας τῶν μεμωραμμένων; σὺ συνοικεῖν εἴλω μετὰ τῆς κοσμικῆς ἀδελφῆς; σὺ εἰς χωρίον κοσμικῶν ἀναστρέφῃ; σὺ κατ᾽ ὀνειδισμὸν τοῦ εὐαγγελικοῦ σχήματος ποδοβολεῖς; σὺ κατὰ τῶν θείων νομοθεσιῶν παρανομεῖς; σὺ κατὰ τῆς ἐπαινουμένης ἡμῶν ἀδελφότητος ἐνασχημονεῖς; ἄλλων ἀδελφῶν σου τῶν μὲν φρουρουμένων καταμόνας, τῶν δὲ δαρέντων καὶ ἐξορισθέντων, τῶν δὲ ὦδε τὲ κἀκεῖσε ἐν ἐρημίαις καὶ ὄρεσι καὶ ἀποκρύφοις τόποις ἐναυλιζομένων, καὶ ὅπως ἁπλῶς ἑκάστῳ ἤνοιξεν θύραν ὁ ἀγαθὸς θεὸς, σὺ μόνος κατὰ θεοῦ τοῦ σώσαντός σε καὶ καλέσαντος καθέζη; ὦ φρίκη τῆς ταπεινῆς μου ψυχῆς· ὦ καταφρονήσεως κριτηρίου θεοῦ· οὐ φέρω κύριέ μου, κύριε οὐ καρτερῶ τὰ ἐντός· καίομαι φλεγόμενος τὰ σπλάγχνα· ἀντὶ φωτὸς ὁ υἱός μου γέγονε σκότος· ἀντὶ δόξης, ἀτιμία· ἀντὶ εὐφημίας, βλασφημία· ἀντὶ ὠφελείας, σκάνδαλον· ἄκουε, ἀδελφὲ, τοῦ κυρίου λέγοντος περὶ σοῦ· συνέφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς ἐκρημάσθη περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐρίφη εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν ἀδελφῶν αὐτοῦ· σὺ δὲ σκανδαλίζων πάντας, πομπεύεις; οἴμμοι τῷ ἀθλίῳ, πῶς οὐκ αἰσθάνῃ ἀδελφέ· ἐλέησόν με τέκνον μου ἡνίκα δέξῃ τὴν ἐπιστολὴν παρὰ τῶν ἀδελφῶν σου ἀποπήδησον, ἀναχώρησον ἐκ τῆς κατάρας τοῦ κυρίου, ἐκ τῆς αἰωνίου οὐαί· σύμμιξον σεαυτὸν ἀδελφῷ σου, ἵνα διαλλαγῇ Χριστὸς ἐπὶ σοί· ὅπως παύσῃς τὸ ἄλγος μου τοῦ ἁμαρτωλοῦ, ἵνα καταλύσῃς τὸ σκάνδαλον τοῦ σατανᾶ ῷ τινι ἐφιλιώθης· μὴ παρακούσῃς θεοῦ, πῦρ γὰρ ὁ θεὸς ἡμῶν καταναλίσκον· ἐπεὶ αὕτη ἡ φωνή σοι, ἣν ὁ μέγας Βασίλειος πρός τινα ὁμοίως σοι συνοικοῦντα γυναικὶ εἴρηκεν· ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι ἔσονται· ὅπερ ἀπίει ἐν σοὶ τέκνον μου Θεόφιλε καὶ λέγειν καὶ ἐννοεῖν.

· Contents ·