Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 95: To Pasarion, His Son

ϟε΄. Πασαρίωνι τέκνῳ.

Μαθὼν ὅτι ἀπέστης ἐξ οὗ ἧς, ἕως τοῦ παρόντος τόπου, καὶ κατῆλθες πρὸς τὸν οἰκονόμον, τέκνον, ζητῶν τὸ καλῶς πορεύεσθαι, ἐδόξασα τὸν ἀγαθόν μου θεὸν, ἀποβαλὼν τὸ λυπηρόν· καὶ γὰρ οὐ μικρὸν ἐλυπούμην ὅτι ἐνέμεινες παρὰ τὴν ἐντολὴν ἐκεῖσε, μὴ συνελθὼν ἐν καιρῷ τοῦ διωγμοῦ καὶ τῆς περιστάσεως ἡμῶν ἕνεκεν τῆς ἀληθινῆς ἡμῶν λατρείας, καί περ ὦν ἐκ τῶν κεφαλῶν καὶ δυναμένων βοηθεῖν ἔργῳ καὶ λόγῳ· ἀλλ᾽ ὅμως ἐγένετο, καὶ ὁ θεὸς συγχωρήσει σοι· νῦν οὖν τέκνον μου ἀγαπητὸν, περιπάτησον εὐαγῶς ἀνοικοδομῶν τὴν βραδυτήτα σου εἰς τὴν τῶν ἀδελφῶν σου καὶ ἑτέρων ὠφέλειαν, μέχρι θανάτου ἐγκαρτερῶν, καὶ μὴ προδιδοὺς τὸν Χριστόν· μόνος μὴ εἶ, ἀλλὰ μεθ᾽ ἑνὸς ἢ καὶ πρός· μετ᾽ ἐκείνου δὲ πάντως τοῦ αἰρουμένου εἴ τις ἂν εἴη· ὁριστικῶς γὰρ οὐχ οἷον τε ἐπιτρέψαι με· μνημονεύων μοι μὴ διαλείποις· ἀσπάζονταί σε οἱ ἀδελφοί σου.

· Contents ·