Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 96: To Laurence, His Son

ϟϛ΄. Λαυρεντίῳ τέκνῳ.

Τίς ἐστιν ἡ τοσαύτη χάρις σοι, τέκνον, ἵνα ἐκκαλεῖται με ὁ οἰκονόμος ὑπὲρ αὐτοῦ εὐχαριστείας σοι προσφέρειν; ὅλως οὐχ ὑπὲρ ἐκείνου μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ γράφω καὶ ἐπαινῶ καὶ εὔχομαι σοι, ὅτι ὡς ἀληθῶς πιστὸς υἱὸς εἶ, φιλοπάτωρ, φιλάδελφος, δεικνύων αὐτοῖς ἔργοις· τίς γὰρ πρῶτον σου ἐπεσκέψατό με τὸν ἁμαρτωλὸν ἐνταῦθα; τίς δὲ τὸν οἰκονόμον ἢ ἐθεώρησεν, ἢ ἐπέδωκεν διάθεσιν ἀγάπης ἔμπρακτον; καὶ γάρ ἐστι πρῶτος ἀδελφός· καὶ ὁ ἐκείνῳ ποιῶν τί, ἐμοὶ ποιεῖ· οὐχ ὅτι καὶ αὐτοὶ πάντες οὐκ ἐστὲ σπλάγχνα μου, ἐστὲ γὰρ, ἀλλ᾽ ὅτι ἐκεῖνος τιμιώτερος, τὸ πρόσωπον τῆς ταπεινώσεώς μου φέρων κατὰ τὸ δίκαιον· εὐλογημένος εἶ υἱέ μου ποθητὲ, καὶ εὐλογημένη ἡ ὑποταγὴ καὶ ὑπακοή σου· προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα σώζωμαι ἐν πᾶσιν· ἐξ ἐμοῦ προσαγόρευσον τὸν ἀδελφόν μου καὶ ἀγαπητὸν υἱὸν Διονύσιον· καὶ εἴ τις ἐστιν ἄλλος φυλάττων μυστήριον τῶν τέκνων μου, κἀκεῖνον ἄσπασαι· παρακαλῶ δὲ, τὸν Ἀρκάδιον ἐὰν οὐ συμποιοίη ὅπου ἔστι, παράλαβε αὐτὸν ὡς ἀπ᾽ ἐμοῦ καὶ περίσωσον αὐτόν· μισθὸν ἔχεις.

· Contents ·