Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 97: To Abbot Athanasius

ϟζ΄. Ἀθανασίῳ ἡγουμένῳ.

Καὶ αὕτη σου ἡ ἐπιστολὴ θεοχάρακτος, εὐφράνασα μὲν τοὺς ταπεινοὺς ἡμᾶς ἐπὶ τῇ ὑγιείᾳ καὶ εὐανδρίᾳ σου, λυπήσασα δὲ ἐπὶ τοῖς ἐπαίνοις καὶ ἐγκωμίοις οἷς κατασεμνύνεις ἡμᾶς τοὺς ἀσέμνους καὶ ἀτιμελεῖς καὶ μηδοτιοῦν πεποιηκότας ἀγαθὸν ἐπὶ γῆς· λέγουσι μὲν γὰρ τοῦτο ἐκ ταπεινώσεως οἱ ἅγιοι, ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐξ ἀληθείας· ἀλλ᾽ ἡ φιλία τῆς πατρικῆς σου ἁγιωσύνης τὰ οὐκ ὄντα προσάπτει ἡμῖν, ἵνα πάντως βελτίους ποιήσῃ, ἐπειδὴ πολλάκις καὶ ἔπαινος ὀνίνησι· χάρις οὖν τῷ ἁγίῳ θεῷ ὅτι εὐψύχως φέρεις τὰ δεσμὰ καὶ τὴν φρουρὰν, γενναῖε Χριστοῦ στρατιῶτα· τὰς γὰρ θείας προθυμίας καὶ ἀγάπας σου, οἱονεὶ πυροβολεῖς διὰ τῶν τιμίων λόγων σου· καὶ τὸ κάλλιστον, ὅτι μετὰ γνώσεως καὶ ἀνημμένης θεωρίας, ἣν σοι παρέσχεν ἡ ἐκ μέσου ἀποπήδησις καὶ ἐφ᾽ ὕψους ἀναδρομὴ τῆς Χριστοῦ ὁμολογίας· ἐν ᾗ καὶ περιφυλαχθείης τέλεον φρυκτορῶν ὡς ἑῶος ἀστὴρ τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως· τάχα δὲ καὶ ὡς στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας ὑποστηρίζων τοὺς χαύνους καὶ ὁκλάζοντας· ἀλλὰ μὴν καὶ βραχίων ὑψηλὸς χεῖρα ὀρέγοις (πρὸς) τοὺς ὑποπεπτωκότας καὶ ὀλισθήσαντας· καὶ τοῦτο ἐδήλωσεν ἡμῖν τὸ πρὸς τὸν Φωτεινουδίου γραμματεῖον· εὖ ἐπράξας, εἴπερ καὶ ἀνύσειέν τι· τέως δ᾽ οὖν αὐτὸς τὸ δέον ἐπλήρωσας· σκεπτέον δὲ τὸ ἐγχείρημα μή πως πρὸς τὸ μηδὲν ὀνήσαι, ἔτι καὶ βλάβης αἴτιον εἴη ἐκφερομυθοῦντος τὸ γράμμα τοῦ δεχομένου· κἀντεῦθεν ἀνατρεχούσης ταραχῆς ἐπὶ πάντας τοὺς ὁμολογητὰς Χριστοῦ· πάντα οὖν δοκιμάζοντες φησὶν ὁ ἀπόστολος τὸ καλὸν κατέχετε· μὴ ἐπιλάθῃ τοιγαροῦν τῆς ταπεινώσεώς μου, ἠγαπημένε, καὶ τοῦ πολυάθλου συνώνυμε, ἀδιαλείπτως προσεύχεσθαι ὅπως ῥυσθείην ἐκ τῶν παγίδων τοῦ διαβόλου, καὶ κατὰ τὸν ἔνδον καὶ ἔξωθεν ἄνθρωπον.

· Contents ·