Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 98: To the Abbot of Panagros
ϟη΄. Ἡγουμένῳ Πανάγρου.
Ἡ ἀγάπη οὐκ ἀνεκτὸν πρᾶγμα· οὔτε γὰρ τόπῳ περιώρισται, οὔτε χρόνῳ πειρασμοῦ ἀποσβέννυται, οἵα τῶν ἐπιπολαίως καὶ σαρκικῶς φιλεῖν εἰωθότων, οἱ, ὁπηνίκα περιφορά τις εἴη δυσχερείας, πόῤῥωθεν καὶ ἐξ ἐναντίας γίνωνται τῶν φιλουμένων· οὐκ οὖν τοιοῦτοι ἡμεῖς οἱ ταπεινοὶ, εἰ καὶ τὰ ἄλλα στεναγμοῦ ἄξιοι διὰ τὰς ἁμαρτίας· ἀλλὰ καὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἐπιτείνειν ἠθίσμεθα τὸ τῆς ἀγάπης φίλτρον· οὗ χάριν τοσούτῳ μήκει διῳκισμένοι, οὐκ ἠνέγκαμεν καὶ ταῦτα ἐν φρουρᾷ ὄντες, μὴ τὸ καθῆκον τῆς ἀγάπης πληρῶσαι, καὶ γράμμασιν ἐπισκέψασθαι τὴν ὁσιότητα ἡμῶν, ὦ πατέρες τίμιοι· μεμαθήκαμεν γὰρ ἐγκαταλειπεῖν ὑμᾶς τὸ μοναστήριον καὶ ἐν ὄρει προσυποκρυβῆναι, πειθαρχίᾳ τῆς κελευούσης ἐντολῆς διὰ τοὺς χριστομάχους διώκτας· καί γε μακάριοι ὑμεῖς πάντα δεύτερα ἡγησάμενοι διὰ Χριστὸν, καὶ ἀποστολικῶς εἰπεῖν ἐν ὄρεσι πλανώμενοι· καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· ἀλλ᾽ εἰ καὶ θλιβερὰ ἡ τοιαύτη ζωὴ τῇ σαρκὶ, ὅμως ἀδελφοὶ ὅτι πρόξενός ἐστι τῆς αἰωνίου ζωῆς, ἐφάμιλλός τε τῆς τῶν ἁγίων πολιτείας· τίς γὰρ τῶν ἀπ᾽ αἰῶνος ἄτερ πειρασμοῦ εὐηρεστηκέναι θεῷ πεφανέρωται; μαρτυρεῖ δὲ καὶ ὁ ἀπόστολος λέγων· καὶ πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· οἷοι εἰσὶν οἱ νῦν αἱρετίζοντες, καὶ τὸν Χριστὸν διὰ τῆς ἁγίας αὐτοῦ εἰκόνος, σὺν τῆς αὐτοῦ ἁγίας μητρὸς καὶ πάντων ὁμοῦ τῶν ἁγίων διώκοντες, καὶ ἐξουδενώσει ἐξουδενοῦντες ἐν πάσαις πόλεσι καὶ χώραις· «αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεταί,» φησιν ὁ θεολόγος Γρηγόριος· καὶ αὖθις ὁ μέγας Βασίλειος· «ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει·» καὶ οὔπω καιρὸς μακρηγορεῖν, διὰ τὸ καὶ τὴν ὑμετέραν ἐμμέλειαν ἱκανῶς πεπειρᾶσθαι τὰ τῆς ἀληθείας, καὶ τὸ τῆς ἐπιστολῆς μέτρον ὑπερβεβηκέναι· παρακαλῶ οὖν ὑμᾶς, πατέρες ἅγιοι, κατέχειν τὴν ὁμολογίαν τῆς πίστεως ἀκλινῆ μέχρι τέλους, μηδ᾽ ὅλως τί ὑποχαυνῶσαι ἐκ τῆς ὑποσκελίσεως τῶν φρεναπατηθέντων ψευδαδέλφων· ἠπάτηνται γὰρ λίαν κοινωνήσαντες κατὰ τοῦ Χριστοῦ· ἀλλ᾽ εὔχεσθε καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τελειῶσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐν Χριστῷ, τῷ περιζωννῦντι καὶ τοὺς ἀσθενεῖς δύναμιν.