Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 10

ΚΑΤΗΧΗΣΙΣ Ι΄.
Εἰς τοὺς Ἁγίους Πάντας.
Ὅτι οὐχ᾽ οἱ δι᾽ αἵματος μόνον μάρτυρες· ἀλλὰ καὶ οἱ διὰ βίου ἐνθέου πολιτευόμενοι.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἑορτὴ μέν ἐστὶν ἑορτῶν ἡ ἁγία Πεντηκοστὴ, ἥνπερ ἑορτᾶσαι ἠξιώθημεν· ἑορτὴ δὲ καὶ ἡ τῶν Ἁγίων Πάντων, εἰς ἣν προσηγγίσαμεν. Ἀλλ᾽ ἐπειδὴ ἑορτῆς ἴδιον προσκτήσασθαι τῶν ἀγαθῶν διὰ ἐπιλογισμοῦ κρείττονος, ἀναλογίσασθε, εἰ δοκεῖ, πόσοι καὶ ἡλίκοι οἱ ὑπομνηματιζόμενοι Ἅγιοι. Καὶ τίς ἂν ἐξαριθμήσειεν ἀστέρας οὐρανοῦ καὶ ἄμμον παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐκκεχυμένην· τοσοῦτοί οἱ ἐν ὅλῳ τῷ κόσμῳ μάρτυρες, οἱ διὰ πίστεως κατηγωνίσαντο τῆς ἀντικειμένης δυνάμεως, ἀποδυσάμενοι πρὸς τυραννικὰς παρατάξεις· ἐχώρησαν πρὸς πῦρ, πρὸς ξίφος, πρὸς θήρας, πρὸς πᾶν ὁτιοῦν τῶν δυσχερῶν, ἡγούμενοι τὰς βασάνους ὡς τρυφᾶς, τὰς αἱματεκχυσίας ὡς εὐφροσύνας· καί γε ταύτῃ τῇ πεποιθήσει περιεπάτησαν ἐπ᾽ ἀνθράκων πυρὸς, ἔσβεσαν πυρκαϊὰς ἀναπτομένας, ἐνείργησαν τὰ ὑπὲρ φύσιν ἐν τῇ φύσει, καταπλήττοντες τυράννους καὶ βασιλεῖς. Τί μαρτυροῦντες; Ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ζωὴ αἰώνιος, καθὼς καὶ γέγραπται.

Ἆρ᾽ οὖν οἱ δι᾽ αἵματος μόνοι μάρτυρες; Οὐ μὲν οὖν. Ἀλλὰ καὶ οἱ διὰ βίου ἐνθέου πολιτευόμενοι. Φησὶ γὰρ ὁ ἀπόστολος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐν ἐρημείαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ μικρὸν ὑποκατιὼν· Τοσοῦτο ἔχοντες νέφος μαρτύρων, ὅγκον ἀποθέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

Ὁρᾶς ὅτι συλλήβδην μάρτυρας ἐπεκάλεσε πάντας τοὺς τῆς ὁσιότητος ἐραστὰς, καὶ τὸν δι᾽ ὑπομονῆς θλιβερὸν βίον ἔχοντας. Τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς ἐν τῷ μαρτυρίῳ τούτῳ καταλελογίσμεθα· ἐν γὰρ τῷ στέργειν ἡμᾶς καὶ ὑπομένειν τὸν πολύθλιπτον βίον τοῦ σταυροφόρου βίου· ἐν τῷ φρουρεῖν ἡμᾶς τὸ παρθενικὸν ἐπάγγελμα, τὸ ἀνεξάρνητον τῆς ἀθλητικῆς ὑποταγῆς, μαρτυροῦμεν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ· μαρτυροῦμεν ὅτι κρίσις ἐστὶ καὶ ἀνταπόδοσις· μαρτυροῦμεν ὅτι λόγον ὑφέξομεν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, τῶν βεβιωμένων ἡμῖν, ἀντικαθιστάμενοι τῷ διαβόλῳ τῷ ἐχθρῷ τοῦ Χριστοῦ, τιμωροῦντι οἱονεὶ καὶ μαστίζοντι ταῖς ἐπιφοραῖς τῶν ἐπ᾽ ἀλλήλων λογισμῶν καὶ ὀλλυμένων ἡδονῶν ἐξαρνήσασθαι ἡμᾶς μὴ εἶναι θεόν. Καὶ γὰρ οἱ διαφθειρόμενοι ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν εἴκουσι καὶ συνέπονται τῷ ἀντικειμένῳ αὐτοῖς πράγμασι λέγοντες μὴ εἶναι θεὸν, κατὰ τὸ ὑπὸ τοῦ ἁγίου Δαυῒδ εἰρημένον· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ οὐκ ἔστι θεός. Εἰ μὴ γὰρ λήθην ἐμποιήσῃ θεοῦ ταῖς ψυχαῖς τῶν ἀνθρώπων, καὶ οἱονεὶ ἀπάρνησιν, οὐκ ἂν καταπείσειε τὸν νοῦν χωρῆσαι πρὸς τὴν ἔφεσιν τῆς σαρκὸς, πρὸς τὴν ἀνάχυσιν τῆς ἁμαρτίας, πρὸς οἰνοφλυγίας, πρὸς ἀσελγείας, πρὸς κώμους, πρὸς πότους, πρὸς πλεονεξίας, πρὸς εἰδωλολατρείας, πρὸς πᾶν ὁτιοῦν ἄλλο τῶν ἐκτόπων. Κἀντεῦθεν παραλαβὼν τὴν ψυχὴν, ἄγει αὐτὴν κατόπιν αὐτοῦ ἱέναι, ἁρπάσας ἀπὸ θεοῦ, καὶ συμπροξενήσας τὸ ἄσβεστον πῦρ τῆς αἰωνίου βασάνου. Ὡς ἐλεεινὴ ἀπάτη, καὶ δεινοτέρα ἡ τῆς ἀγάπης ἀποπεραίωσις.

Ἀλλ᾽ ἡμεῖς, ὦ ἀδελφοὶ, ὡς μάρτυρες Χριστοῦ, τὴν καλὴν μαρτυρίαν ἔτι μαρτυρήσωμεν, τὴν καλὴν ὁμολογίαν ἔτι ὁμολογήσωμεν χαίροντες σὺν πᾶσι τοῖς Ἁγίοις, ὅτι ἠξιώθημεν μαρτυρεῖν ὑπὲρ Χριστοῦ. Μὴ κλίνωμεν γόνυ τῇ Βαὰλ, τῇ ἐπιθυμίᾳ δὴ λέγω τῆς σαρκὸς, καὶ λοιπαῖς ἡδοναῖς· μὴ πιστῶμεν αὐτῷ ὑπερβάλλοντι τὰς ἀρνητικὰς ἐμφάσεις τῆς ὑποταγῆς· ἀλλὰ καθεκάστην οἱονεὶ ὡς ἐπὶ σταδίου ἀνταγωνισώμεθα, πληττόμενοι ἀλλ᾽ οὐ ὑποκαμνούμενοι, ἀνδριζόμενοι ἀλλὰ μὴ ἐκδειματούμενοι. Εἶτα τί τὸ ἐκ τῆς μαρτυρίας κέρδος; Ἴστε ὅτι οἱ συνιστάμενοι μάρτυρες τινὶ κατὰ τὸν βίον κοινωνοὶ τῆς εὐφροσύνης αὐτοῦ γίνονται, καὶ τῶν ὑπὲρ ὧν μεμαρτυρήκασι πραγμάτων συμμερισταὶ ἀποδείκνυνται. Συναγόμενον οὖν ἐστιν ἐντεῦθεν, ὅτι καὶ οἱ τοῦ Χριστοῦ μάρτυρες ὡς μαρτυρήσαντες αὐτῷ ἐν πᾶσιν καὶ ὑπὲρ τῆς ἀληθοῦς μαρτυρίας τὰς ἀνυποίστους βασάνους ἐνέγκοντες ἐν τῷ μέλλοντι αἰῶνι συγκληρονόμοι αὐτοῦ ἀναδειχθήσονται. Φησὶ γὰρ ὁ ἀπόστολος· Ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν· τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ· μεθ᾽ ὧν καὶ ἡμεῖς ἔτι τὸ μαρτύριον ἡμῶν ἐπιτελοῦντες, καὶ γὰρ μακρὸν διὰ βίου παντὸς, ἀξιώθημεν τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι, καὶ σὺν Χριστῷ εἰς αἰῶνας ἀγαλλιασθῆναι· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·