Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 9
ΚΑΤΗΧΗΣΙΣ Θ΄.
Πρὸ τῆς Πεντηκοστῆς.
Περὶ τῆς καθόδου τοῦ ἁγίου Πνεύματος, καὶ τοῦ θανάτου τοῦ ταπεινοῦ Εὐπρεπιανοῦ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐπὶ τῇ Πεντηκοστῇ παρεσμὲν, ἐπὶ τῇ καθόδῳ τοῦ ἁγίου Πνεύματος. Φησὶ γὰρ ὁ κύριος· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Βαβαὶ τῆς ἐπαγγελίας, καὶ τῆς ἀξιώσεως! Οὐκ ἄγγελον, οὐκ ἄνθρωπον πέμψειν ἐπηγγείλατο· ἀλλ᾽ αὐτὸ τὸ συμφυὲς Πνεῦμα. Ἄνεισι τοίνυν ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς υἱὸς τὸ πατρικὸν ἀποπληρώσας ἔργον· κάτεισι τὸ Πνεῦμα τὸ ἅγιον· οὐκ ἄλλος θεός· μὴ γένοιτο· ἄλλος δὲ παράκλητος, καθὼς γέγραπται. Καὶ ὦ τῆς ἀφάτου φιλανθρωπίας! Παράκλησις ἡμῖν ὁ θεὸς γίνεται. Παρακαλεῖ τοίνυν τὴν τεθλιμμένην καὶ τετρυχωμένην ψυχὴν μὴ ἐκκακεῖν ἐν τοῖς περιστάσεσι. Μὴ μαρτυρεῖ ὁ ἀπόστολος λέγων; Ἔξωθεν μάχαι· ἔσωθεν φόβοι· ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου. Παρακαλεῖ τὴν ἐπτοημένην ἐκ τῶν δαιμονικῶν δειμάτων καρδίαν, ἀνακομίζων αὐτὴν διὰ θάρσους εἰς ἀνδρείαν ἀκατάσχετον. Καὶ μαρτυρεῖ ὁ ἅγιος Δαυὶδ λέγων· Ὅτι σὺ κύριε ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Παρακαλεῖ τὸν ἐχθραίνοντα νοῦν εἰρήνην ἄγειν καὶ ἡσυχίαν. Καὶ μαρτυρεῖ ὁ ἀπόστολος λέγων· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ.
Ἴδες συγκατάβασιν ἀνεξιχνίαστον· ἴδες δωρεὰν ἀνυπέρβλητον· ἄνω ὁ μονογενὴς υἱὸς ὑπὲρ ἡμῶν ἐντυγχάνει τῷ Πατρὶ, καθὰ γέγραπται· Ὃς καί ἐστιν ἐν τῇ δεξιᾷ αὐτοῦ· ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· κάτω τὸ Πνεῦμα τὸ ἅγιον παρακαλεῖ πολυτρόπως. Τί ἀνταποδώσωμεν ἐπὶ τούτοις τῷ κυρίῳ; Τάχα ἐκεῖνο ἡμῖν ἐστιν ἀναλαμβάνειν καὶ λέγειν· Πάντα τὰ ὀστά μου ἐροῦσι, κύριε, κύριε τίς ὅμοιός σοι, ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν; Καὶ αὖθις· Ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρώκησε τῷ ἄδει ἡ ψυχή μου. Καὶ αὖθις· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσῃ μοι ἄνθρωπος.
Ἐπεὶ οὖν τοιοῦτον ἔχωμεν παράκλητον τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἄμαχον δύναμιν, τὸν μέγαν προασπιστὴν καὶ θεὸν καὶ σύμμαχον, μὴ δειλιάσωμεν, ἀδελφοὶ καὶ πατέρες, ἀπὸ φόβου ἐχθροῦ, μὴ καταπτήξωμεν ἀπὸ τῶν ἀντικειμένων πονηρῶν δυνάμεων. Ἀλλ᾽ ὡς αὐτὸν ἔχοντες συναιρούμενον καὶ συνδιαφέροντα ἡμῖν, τούς τε ἀσκητικοὺς καὶ ὁμολογητικοὺς ἀγῶνας γενναίως καὶ σταθηρῶς ἔτι ἐπειχθῶμεν, διαβιβάζοντες ἡμέραν ἐξ ἡμέρας, μὴ δελεαζόμενοι ταῖς ἐξαπατήσεσι τοῦ δράκοντος, μὴ ὑποχαυνούμενοι ταῖς ἀλήκτοις αὐτοῦ ἐπιφοραῖς. Σβέσωμεν τὸν ἔρωτα τῆς σαρκὸς, ὡς ἐμπυρίζοντα ἡμῶν τὸν οἶκον τῆς ψυχῆς. Οὐκ ἐστὶν ἡδονὴ, ἀλλ᾽ ὀδύνη χαλεπή· οὐκ ἐστὶ θυμηδία, ἀλλ᾽ ἔκστασις φρενῶν, καὶ ἀλλοίωσις πονηρά. Καὶ τοῦτο ἴσασι οἱ ἀπονιψάμενοι τὴν τῆς σαρκὸς λύσσαν, καὶ τὴν ἔφεσιν ἔχοντες μόνον πρὸς θεόν. Οὗ τί ἂν γένοιτο γλυκύτερον καὶ εὐπαθέστερον; τάχα ὁ τοιοῦτος ἐν σαρκὶ καὶ ὑπὲρ σάρκα, ἐν κόσμῳ καὶ ὑπὲρ κόσμον, ἐν ζωῇ τῇ παρούσῃ, καὶ ζῶν ὑπὲρ τὰ ὁρώμενα· ἐν ῷ τὰ κύματα τῆς χάριτος πρᾳείαις αὔραις τοῦ Πνεύματος κινούμενα, γαληνιᾷ τὴν ψυχὴν ὅτι μάλιστα. Ἀλλὰ τί ὅτι τὸ φιλήδονον νικῶν ἡμᾶς εἰς τοσοῦτο ἐκτρέπον ἐκτρέπει καὶ ἀλλοιοῦν ἀλλοιοῖ, κάτω νεύοντας εἰς τὰ τῆς γῆς, εἰς σάρκα, εἰς αἷμα, κἀντεῦθεν παντάπασιν ἀπαλλοτριοῦν ἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ;
Οὐκ ἠκούσατε τί πέπονθεν ὁ ἐλεεινὸς Εὐπρεπιανός; Ἄρτι γὰρ ἡμῖν ἀνηγγέλη ὅτι τέθνηκεν· Καὶ τέθνηκεν, Φεῦ ἐμῆς ταλαιπωρίας! οὐ πρόσκαιρον ἀλλὰ τὸν αἰώνιον θάνατον. Συμπλακεὶς τῇ Εὔᾳ, καὶ ταύτῃ τὸν βίον ἀποῤῥήξας, ὦ τί πέπονθεν ὁ τάλας! Ἴστε ὅπως ηὔγει πρότερον ὁ λύχνος ὑπὲρ κεφαλῆς αὐτοῦ, τῆς τε εὐπιστείας καὶ εὐδρομίας· οὐχὶ συναπεκλείσθη μοι πάλαι ὁμολογητικῶς; Οὐκ εἰς οἰκονόμου προσήχθη βαθμὸν ἐν τῷ Σακκουδίωνι; ὃς κ᾽ ἐπὶ τῇ παρούσῃ ὁμολογίᾳ ἀπεδύσατο πρὸς ἀγῶνας, διὸ μαστιχθεὶς καὶ ἐνεγκὼν ἄριστα; Εἶτα τί; Ἔχων ὡς οἰκονόμος τὸ γλωσσόκομον τοῦ μοναστηρίου, καὶ τὰ ἐν αὐτῷ βαλλόμενα, θελχθεὶς τῷ χρυσίῳ, καὶ περιπαρεὶς τῇ φιλαργυρίᾳ, κατὰ τὸν Ἰούδαν, προύδωκεν, ὤμοι, τὸν Χριστόν. Τοῦτο μὲν ἀποδυσάμενος τὸ τῆς παρθενίας ἐπάγγελμα, τοῦτο δὲ γιεζικῶς ὠνησάμενος ἀγροὺς καὶ ἀμπελῶνας, βόας καὶ πρόβατα, καὶ κληρονομήσας οὐ τὴν λέπραν ἐκείνου μόνον, ἀλλ᾽ ὡς οἶμαι καὶ τὸ δεινότερον.
Ἴδετε, ὦ ἀδελφοὶ, τί εἰργάσατο ἡ φιλαργυρία. Φύγωμεν τὸ πάθος παρακαλῶ, ὡς προδοσίας ἐργαστήριον· ἴδετε τί ἐξετέλεσεν ἡ ἀπιστία. Φύγωμεν καὶ πᾶν τοῦ ἄλλου πάθους τοῦ πολιορκοῦντος τὴν ἐλεεινὴν ἡμῶν ψυχήν· θυμοῦ λέγω, φθόνου, ὀργῆς, φιλαυτίας, ἰδιογνωμοσύνης, ἀφιδιασμοῦ. Φεύγετε τὸ μεμονομένως τυγχάνειν· ἵνα φύγητε τὴν ἐπηρτημένην παρὰ κυρίου ἀράν. Οὐαὶ, γάρ φησι, τῷ μόνῳ, ὅτι ἐὰν πέσῃ, οὐκ ἐστὶ ὁ ἐγείρων αὐτόν. Ὅπερ πέπονθεν περὶ οὗ ὁ λόγος. Εἰ γὰρ ἦν ὁ συνὼν αὐτῷ, κἂν πέπτωκεν, εἶχεν ἂν ἐξ ἐπικουρίας τοῦ συνόντος πάλιν ἀναστῆναι, πάλιν τὸ ἀποκλαύσασθαι τὴν ἁμαρτίαν· ἐπεὶ δὲ οὐκ ἔσχεν, ὥλετο ὁ ἐλεεινὸς, πορευθεὶς εἰς τὸν ἴδιον τόπον κλαυθμοῦ καὶ ὀδύνης. Ἀδελφοὶ, ἄξιον τὸ τραγῴδημα! Ὁ στήκων, φησὶ, βλεπέτω μὴ πέσῃ, ὁ εὐδρομὼν σκεπτέσθω μὴ ὑποσκελισθῇ ἀναθεωρῶν τὸν ὑποσκελισμὸν τοῦ πρὶν εὐδρομήσαντος. Τάχα ἐδόκει τις ἄγγελον πίπτειν, ἢ τὸν ἀδελφὸν ἐκεῖνον. Ἀλλ᾽ ὅμως ἀπονυστάξας πέπτωκεν· καὶ ἡ αἰτία ἐστιν ἡ φιλαργυρία.
Οὐκ ἂν δὲ περὶ φιλαργυρίας ἐλεγόμην ὑμῖν, εἰ μὴ ὅτι ἄρτι τῷ διωγμῷ ἄλλος ἀλλαχοῦ καθιστάμενοι, καὶ τὰ ἐφόδια τῆς ζωῆς φροντίζειν ἔχοντες, εἰ μὴ σκέπτησθε ἀκριβῶς εἰς τὸ τῆς φιλαργυρίας δέλεαρ περιπεσεῖτε. Ἐντεῦθεν τινὲς οὐδὲ συνοδίαν αἱροῦνται ἔχειν διὰ τὸ χρυσίζεθαι· ἐντεῦθεν οὐδὲ τὴν ἀδελφικὴν ἀγάπην ἀσπάζεσθαι, διὰ τὸ τὰ πάθη σύνοικα ἔχειν· ἐντεῦθεν οὐδὲ οἱ πόδες ἡσυχάζειν δύνανται, ἀλλ᾽ ὧδε κἀκεῖ ὡς κυνίδια περιέρχονται· εἰπούπερ ἂν ἀπὸ εὐσεβοῦς ἀργύριον σφετερίσωνται· ἐντεῦθεν οἱ μὲν δούλους οἱ δουλοπαθεῖς ἐκτήσαντο, ἀπολέσαντες τὸ δεσποτικὸν ἀξίωμα· ἄλλοι ἕτερα παρὰ τὰ κατ᾽ ἀνάγκην ἐπείγονται, καὶ εἰς χρείαν συγκομίζονται, πρᾶται καὶ μεταπρᾶται καὶ καπηλικὰ κέρδη ποιούμενοι.
Βλέπετε, ἀδελφοὶ, τὸ κρῖμα τοῦ κυρίου. Οὐ λίπετε τὸν ἀκοιμήτως ὁρῶντα ὑμᾶς μέγαν ὀφθαλμὸν τοῦ θεοῦ, ὃν οὐδεὶς λήσει οὐδὲ ἐν τῷ κρυφαίῳ τῆς καρδίας τι ἐργαζόμενος, μὴ ὅτιγε κατὰ τὸν ἔξω ἄνθρωπον. Βλέπετε τὸ ἀπόκριμα τοῦ θανάτου· ὅτι καὶ νῦν ἀδελφοὶ ἡμῶν δύο ἀπεβίωσαν, ὅ τε Μίλης καὶ Βαρνάβας, καὶ οἱ ἄλλοι πρὸ τούτων, καὶ ἡμεῖς καθ᾽ εἷς μεταβαίνωμεν. Μὴ λάβοι τινὰ ἀπαράσκευον ὁ θάνατος, παρακαλῶ μηδὲ ἀκατάρτιστον. Οὐκ ἐστὶ μικρὸς ὄλεθρος, ἔκπτωσις θεοῦ, ἔκπτωσις βασιλείας οὐρανῶν, κρίσις καὶ ἀνταπόδοσις αἰωνία, ἦν οὐκ ὑποίσει πᾶσα σὰρξ, καὶ μόνον ἐννοουμένη, μὴ ὅτι γε εἰς πῦρ ἀπελθοῦσα φθάσοι δ᾽ ἂν, εἰ μὴ τὰ ἀρεστὰ τῷ θεῷ πράττοιεν. Ἵν᾽ οὖν ἡμεῖς οἱ ταπεινοὶ ἐκφυγεῖν δυνηθῶμεν τὴν ἀπειλὴν τῆς ἐρχομένης ὀργῆς ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, πράξωμεν, παρακαλῶ, τὰ προστεταγμένα· θεραπεύσωμεν θεῷ ἤδη ἀπὸ τοῦ νῦν, καθότι ἂν τῆς ἐπιλαμβάνηται ἔτι τοῦ ἐνδεῶς ἔχειν ἀνακαθαρέτω ἑαυτόν· ἀνανεούστω τὴν ψυχὴν εἰς τὸ θεοῦ θέλημα. Ἐγγὺς γάρ ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν· καὶ καθ᾽ ἑκάστην ἡμέραν τὴν μετάνοιαν ἡμῶν προσίεται, καὶ καθεκάστην αἴρει τὰς ἁμαρτίας ἡμῶν, καὶ εἰσαεὶ παρακαλῶν παρακαλεῖ αἱρεῖσθαι ἡμᾶς τὴν ζωὴν τὴν αἰώνιον. Ἧς καὶ καταξιώθειμεν τυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.