Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 11
ΚΑΤΗΧΗΣΙΣ ΙΑ΄.
Κυριακῇ πρώτῃ.
Διδασκαλία περὶ εἰρήνης.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Εἰρήνης ἡμέρα ἡ κυριακή. Ἐν αὐτῇ γὰρ ὁ κύριος τὸ πολέμιον σκυλεύσας ἔφη τοῖς μαθηταῖς· Εἰρήνη ὑμῖν. Τοῦτο δὲ εἰπὼν οὐκ ἐκείνοις μόνον ἀπεκλήρωσε τὴν εἰρήνην καὶ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ καὶ πᾶσιν καὶ πάντοτε τὴν αὐτὴν ἐπιφωνεῖ εἰρήνην· καθάπερ καὶ ἡμῖν τοῖς ταπεινοῖς. Οὐκοῦν ἔχωμεν τὴν εἰρήνην, καὶ εἰρηνεύωμεν ἐν ἑαυτοῖς· τοῦτο μὲν κατὰ τὸν ἔξω ἄνθρωπον τοῦ μὴ ἔχειν ἀπεχθείαν πρός τινα τῶν ἀδελφῶν· ἀλλὰ πρὸς πάντων ἀγαπητικῶς διακεῖσθαι· Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Τοῦτο δὲ καὶ πρὸς τὸν ἔνδον ἄνθρωπον εἰρήνην ἡμᾶς ἄγειν καὶ ἡσυχίαν ἀπὸ τῶν ὀλεθρίων παθῶν. Οὕτω γὰρ δυνάμεθα μετὰ τοῦ ἀποστόλου λέγειν· Εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.
Ἐπεὶ δὲ τρεπτῆς ἐσμὲν φύσεως, καὶ συμβαίνει σάλον ἀνιαρὸν ἐγγίνεσθαι ἡμῖν· γίνεται γὰρ πάντως τηνικαῦτα εὐθὺς· ἀνατρέχωμεν πρὸς τὴν προτέραν ἡμῶν κατάστασιν, εἰρήνην ἔχοντες πρὸς τὸν θεόν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτήσειεν ἑαυτῷ, εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Ταῦτα ὁ Ἀπόστολος. Καὶ τοῦτο τὸ ἔργον ὁ τετελείωκεν ὁ κύριος, καθὼς φησὶ πρὸς τὸν ἑαυτοῦ πατέρα· Τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· τουτέστιν εἰρήνευσα τὰ ἐπίγεια καὶ τὰ ἐπουράνια· ἡμᾶς τε αὐτῷ εἰρήνης καὶ ἀγάπης υἱοὺς ἀπεργασάμενος.
Εἰ δέ τις λέγει· Πῶς ἐνδέχεται μὴ εἶναι ἡμᾶς ἐν πολέμῳ ἀεὶ, τοῦ Ἀποστόλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις; Ἐκεῖνο ἔχομεν λέγειν· Ὅτι τὸν πόλεμον οἷος καὶ ἡλίκος ἐστὶν ἀποδεικνύειν· οὐ τὸ πολεμεῖσθαι ἡμᾶς. Λέγει γὰρ ἑτέρωθι· Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑποκοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Ὁ δὲ οὕτως διατεθεῖ, δῆλον ὅτι κατέστειλεν τὸν πόλεμον καὶ εἰρήνην ἄγειν.
Καὶ μή τι ἐπαχθὴς ὑμῖν φαίνωμαι, ἀδελφοί μου, τὰ τοιαῦτα λέγων, καὶ περὶ τῶν τοιούτων καταγενόμενος καὶ τοῦτο κἀκεῖνο διεξετάζων καὶ διερευνώμενος· οὐκ ἀνόνητον γὰρ τοῦτο, ἀλλὰ πανοφέλιμον ὁδοποιοῦντος τοῦ λόγου πρὸς τὴν πρᾶξιν. Καὶ ἄλλοι μὲν τὰ τοῦ κόσμου λεγέτωσαν, ὅσοι τοῦ κόσμου περὶ γεηπονίας, περὶ ἐμπορίας, περὶ κέρδους, περὶ ζημίας, περὶ τῶν ἄλλων τῆς ματαιότητος σπουδασμάτων· ἡμεῖς δὲ τί ἄλλο εἴπωμεν; εἰ τί δεῖ λέγειν; εἰ μὴ περὶ ψυχῆς, περὶ ἀπολυτρώσεως παθῶν, περὶ κτήσεως ἀρετῶν, περὶ διαζεύξεως τοῦ σώματος, περὶ τῆς βήματος τοῦ Χριστοῦ παραστάσεως, περὶ κρίσεως, περὶ ἀνταποδιδόσεως, περὶ αὐτῆς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς καὶ γένοιτο ἡμᾶς κληρονόμους γενέσθαι χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.