Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 100
ΚΑΤΗΧΗΣΙΣ Ρ΄.
Περὶ τοῦ δεξιῶς ἀπευθύνειν τὸν νοῦν πρὸς τὰ ἄρῥητα τῆς δημιουργίας τοῦ θεοῦ κάλλη.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὧδε ὁ νοῦς ἀεὶ, ὧδε ἡ καρδία γρηγοροῦσα εἰς τὰ ἔργα τοῦ θεοῦ, εἰς τὸ σκάμμα τῆς ἀσκήσεως· ἀλλὰ μὴ τῇδε καὶ τῇδε ἀλωμένη ὡς αἰχμάλωτος· μὴ γὰρ τῇ θαλάσσῃ ἐπιλείπῃ ὕδωρ, εἰ τῷ ἀναπνέοντι ἀήρ. Οὕτω πολλῷ μᾶλλον οὐδὲ ἡμῖν ὀφείλει ἐπιλείπειν ἀγαθὴ ἔννοια ἀποβλέπουσιν εἰς τὸ ἄπειρον πέλαγος τῶν θαυμασίων τοῦ θεοῦ, ἐν οἷς ἐμφιλοχωρῶν ὁ νοῦς οὐκ ἄγει σχολὴν ἐμματαιάζειν τῷ βίῳ καὶ τοῖς τῆς πονηρίας λογισμοῖς συναπλέκεσθαι. Φύσει γὰρ ἀεικίνητος ὢν, οὐ δύναται ἠρεμεῖν, ἀλλὰ πρὸς ὅπερ ἂν αὐτὸν ἀπευθυνόμενον ἀνάγκη φέρεσθαι, εἴτε δεξιῶς εἴτε ἀριστερῶς. Καὶ εἰ μὲν δεξιῶς ἔχει τὰ τοῦ Δαυῒδ φθέγγεσθαι· Κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ δὲ ἀριστερῶς τὸν ἑξῆς στίχον· Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγεννήθην τεταραγμένος. Ἀποστροφὴ γὰρ θεοῦ ἐστι ἡ ἐν τοῖς ματαίοις ἐντριβή· καὶ ταραχή ἐστι τῇ ψυχῇ ὀλέθριος ἡ διὰ πονηρίας σχολή. Διόπερ σπουδάσωμεν δεξιῶς αὐτὸν ἀπευθύνεσθαι πάντοτε, καὶ κατὰ θεάματα ὁρᾶν.
Τίνα ταῦτα; Ἀγγελικὰς καὶ ἐπουρανίους δυνάμεις, τὰ ἐκεῖσε ἄῤῥητά τε καὶ ἀμήχανα κάλλη, τὰς φωτοειδεῖς σκηνὰς τῶν ἀποστόλων, τῶν προφητῶν, τῶν μαρτύρων τῶν ἁπάντων δικαίων, αὐτὸ τὸ οὐράνιον κύτος, τὴν ἡλιακὴν ἀκτῖνα, τὸ σεληνιαῖον φῶς, τὰς τῶν ἀστέρων χοροστασίας· ὅσα ἄλλα ὑπὸ τὴν αἴσθησιν, οὐχ ἵνα ἐν αὐτοῖς ἐναπομείνῃ, ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν ἀναθεωρῶν τὸν γενεσιουργὸν τῶν ἁπάντων θεὸν φυλάττῃ τὸ ἑαυτοῦ κάλλος ἀπαράφθαρτον· καὶ γὰρ ἐκάλλυνεν ἡμᾶς ὁ θεὸς κατ᾽ ἀρχὰς μὲν ἐν τῷ παραδείσῳ διὰ τοῦ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἀξιώματος, εἰ καὶ ὅτι μάλιστα διὰ παρακοῆς ἐζοφώσαμεν ἑαυτούς τε καὶ συνεχέαμεν. Πάλιν ἐκάλλυνεν· ἡμᾶς ἐν τῇ χάριτι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως ἁγίου Πνεύματος, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Ἀλλ᾽ ὅμως κἀνταῦθα ἠχρειώθημεν, τρίτον ἐκάλλυνεν ἡμᾶς τῷ τῆς παρθενίας ἐπαγγέλματι, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τῇ σταυρόφῳ ζωῇ ἐπίσης τῷ βαπτίσματι.
Τοιγαροῦν μεινάτω ἐν τῷ ἑαυτῆς κάλλει ἡ ψυχὴ ἡμῶν· ὡς ἂν ἀξιωθείῃ ἀκοῦσαι· Ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὔκ ἐστι ἐν σοί. Εἰ δὲ καὶ φανῇ μωμεῖσθαι ἐπειδήπερ ὑπὸ τροπὴν ἐσμὲν, καὶ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὔτε καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλὰ γὰρ τοῖς δάκρυσιν καθαιρώμεθα· Πλυνεῖς με, γὰρ φησὶν, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ πάλιν· Λούσασθε· καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.
Καὶ μακαρία ἡ ψυχὴ ἡ οὕτως ἀεὶ καθαίρουσα ἑαυτὴν ἡ ἀπολελουμένη πάσης σχέσεως, καὶ μόνον τὸν θεὸν καὶ σχέσιν καὶ πόθον καὶ ἔρωτα κεκτημένη, ἡ καθ᾽ ἑκάστην ἡμέραν προσδεχομένη τὸν θάνατον ἡδέως· ἥξει γὰρ πάντως, ἡ ἡμέρα κυρίου, καὶ ἀποτίσομεν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέως· ἀλλ᾽ εἴθε δικαίως ὡς ἂν τὸ λείψανον τοῦ ἑκάστου ἡμῶν ἀσπαστὸν εἴη τοῖς ὁρῶσιν, τοῖς ψάλλουσιν, ὡς σκεῦος ἐκλογῆς, ὡς ὅπλον δικαιοσύνης ἥ τε ψυχὴ ἡμῶν ὑπὸ τῶν ἁγίων ἀγγέλων προσλαμβανομένη εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.