Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 101

ΚΑΤΗΧΗΣΙΣ ΡΑ΄.
Περὶ τῆς ἐνανθρωπήσεως τοῦ δεσπότου Χριστοῦ, ἀποκλαύσεώς τε τῶν ἀποστατησάντων ἀδελφῶν ἡμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὀλίγον τὸ ἀκροατήριον τῶν τινων ἀδελφῶν ἀποδημησάντων· ἀλλ᾽ ὅμως καὶ ἑνὸς παρόντος ἀκροωμένου οὐκ ἀμιλητέον. Λέγει γὰρ ὁ κύριος· Ὁρᾶτε, μὴ καταφρονήσητε ἕνα τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν· Ὅτι οἱ ἄγγελοι αὐτοῦ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Βαβαὶ τῆς ἀφάτου φιλανθρωπίας! Ἐλήλυθεν ὁ δεσπότης πρὸς τὸν δραπετεύσαντα δοῦλον ἐν δουλικῷ σχήματι, ἵνα αὐτὸν τῆς τοῦ διαβόλου δουλείας ἐλευθερώσειεν. Ἦλθε τὸ φῶς τὸ ἀληθινὸν ἐκζητῶν τὴν ἀπολλυμένην δραχμὴν, ἵνα αὐτὸν ἐκ τοῦ σκότους τῆς ἁμαρτίας ἀνακαλέσηται. Οὐκοῦν ἀναγκαῖον καὶ ἡμῖν τοῖς ταπεινοῖς τῇ τοῦ ἀγαθοῦ μιμήσει ὑπὲρ ἑνὸς ἑκάστου ὑμῶν καὶ πονεῖν καὶ διαλέγεσθαι, καὶ αὐτὴν τιθέναι τὴν ψυχήν. Εἴθε δὲ ἐγενόμην ὑπόπτερος ὥστε πετασθῆναί με καὶ καταπαῦσαι, ἰδεῖν καὶ φθέγγεσθαι τὰ προσήκοντα καὶ οὐ μόνον ἐκείνοις, ἀλλὰ γὰρ καὶ τοὺς ἐν τῇ ὁδῷ τοῦ Καὶν καὶ τῇ πλάνῃ Βαὰλ πορευόμενοι.

Τίνος δὴ λέγω τούτους; Λεόντιον λέγω καὶ Ἑρμείαν καὶ Νεκτάριον τοὺς ἀποστήσαντας καὶ ἀφ᾽ ἡμῶν καὶ ἀπὸ τῆς πίστεως, καὶ μισθὸν τῆς ἀποστασίας τὴν προεδρίαν κομισαμένους. Οὓς εἰ εἶδον καὶ διηλέχθην εἰ μή τι ἄλλο, ἀλλά γε τὴν ἐμαυτοῦ ψυχὴν παρεμυθησάμην ἂν ὁ ταπεινός. Ἐβουλόμην ἰδεῖν καὶ τοὺς τὸ ἅγιον σχῆμα κατὰ τὰς ἁμαρτίας μου ἀποῤῥιψαμένους, καὶ ἐνδυσαμένους τὴν ἀνομίαν καὶ τὴν ἁμαρτίαν, ἵνα καὶ πλέον ἀπεκλαυσάμην. Ὧν εἶς, Πηγάσιος ἐκεῖνος, ὡς φασὶν, εἰς τοσαύτην κακίαν προήχθη, ὡς καὶ λαοῦ αὐτὸν κατάρξαι βασιλικῷ ἀξιώματι, καὶ πολέμους κινῆσαι, καὶ σφαγὰς κατεργάσασθαι· καί γε σφαγὴ τῆς ἑαυτοῦ ζωῆς ἀποῤῥαγῆναι. Ὢ τῆς συμφορᾶς! εἰς οἷον ὄλισθον κατεκυλίσθη ὁ οἴκτιστος! Πρῶτον ἀπεπήδησε τῆς ἀδελφότητος· εἶτα ἐπορεύθη ὀπίσω τῶν ἐπιθυμιῶν αὐτοῦ ὧδε κἀκεῖσε, ὡς ἄλογον ζῶον διαφθειρόμενος· ἔπειτα ἐπεδύσατο τὸν μοναχὸν· εἰθούτως ἐτέλεσεν τὴν τραγῳδίαν, ἣν ἠκούσαμεν. Διὸ παρακαλῶ ὑπὲρ μὲν ἐκείνων προσεύχεσθαι· ἑαυτοὺς δὲ ἀσφαλίσασθε μή τι ὑφεῖναι τῆς ἀσκητικῆς ἐνστάσεως. Τῇ γὰρ κατὰ μικρὸν ὑφέσει καὶ ὑποχαυνώσει κατάγεται ἡ ψυχὴ εἰς ἀπώλειαν· καὶ διὰ τοῦτο καὶ τοὺς ἄρτι μεμονωμένους ἐλέῳ καὶ δακρύῳ, ὡς ἐξ ἑτοίμου τοῦ διαβόλου θήραμα προκειμένους. Εἰ γὰρ ἐκ μάνδρας ἀφαρπάζει λύκος πρόβατον, πόσῳ γε μᾶλλον εἰ ἔξω τῆς ποίμνης εὕροιεν ἀλώμενον ὀλέσειεν. Οὐκ ἴστε πηλίκην μανίαν ἔχει καθ᾽ ἡμᾶς ὁ διάβολος; Πᾶσι μὲν γὰρ ἀνθρώποις ἐπέρχεται οὐ μὴν ὡς τοῖς ταπεινοῖς μοναχοῖς, καὶ χαίρει μὲν τῇ τῶν πολλῶν ἀπωλείᾳ. Οὐχ οὕτως δὲ ἥδεται, ὡς εἰ ἕνα μοναχὸν ὑποσκελίσειεν· ἐφ᾽ ᾧ καὶ πυκτεύει καὶ παρεδρεύει καὶ διαγωνίζεται ὑποτακτίτην ἀποσπᾶσαι τῆς ὑποταγῆς, ἡσυχαστὴν τῆς ἡσυχίας, στυλίτην τοῦ στύλου, ἔγκλειστον τῆς ἐγκλείστρας, ἵνα τῇ μετακινήσει χειρωσάμενος, ὥσειεν ὡς βούλεται, ὥστε οἱ μένοντες ἐν τοῖς οἰκείοις μέτροις καὶ τόποις τῆς ἀρετῆς ἀχείρωτοι τῷ διαβόλῳ τυγχάνουσιν ὑπεράνω τῶν παγίδων αὐτοῦ φερόμενοι.

Διὸ καὶ ἡμεῖς, ἀδελφοὶ, τῇ τοῦ θεοῦ δοθείσῃ ἡμῖν δυνάμει κεχρημένοι τροπώμεθα τὸν πολέμιον, τῷ θείῳ φόβῳ τειχιζόμενοι, λογισμοῖς αὐτὸν βάλλοντες οὐρανίοις· ἀλλὰ μὴ ὑπὸ τῶν παρ᾽ αὐτοῦ λογισμῶν κατακυριευόμενοι, ἵνα ἐντεῦθεν νίκην ἀποφερόμενοι τὸν τῆς δικαιοσύνης στέφανον κομισώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·