Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 99
ΚΑΤΗΧΗΣΙΣ ϟΘ΄.
Περὶ τοῦ καθηλωθῆναι ἡμᾶς τῷ φόβῳ τοῦ θεοῦ πρὸς τὸ διαφυγεῖν τὰς ψυχολέθρους ἐφόδους τῶν δαιμόνων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὅτι ἔξοδος τῶν Ἀγαρηνῶν γέγονεν, εὐθὺς ἐθροήθημεν καὶ συνεστείλημεν διανοούμενοι μὴ ἐμπεσεῖν εἰς τὰς φονίας χεῖρας τῶν ἀθέων, καὶ οὐκ ἀπεικότως· ὅτι δὲ ἔφοδος δαιμόνων πάρεστι, τοῦτο οὐκ ἐννοοῦμεν, οὐδὲ δεδείωμεν μή πως ἐξ ἀπροσεξίας ἁλώσιμοι γενώμεθα τοῖς τῆς πονηρίας πνεύμασιν. Καί τοι γε ἐπὶ τῶν ὁρωμένων ἐχθρῶν καιρῷ τινι ἡ ἔφοδος, καὶ ἡ ἀκοὴ πόῤῥωθεν εἰσβάλλουσα δίδωσιν ἐλευθερίαν τοῖς βουλομένοις ὧδε κἀκεῖσε ἀποδιδράσκειν· ἐπὶ δὲ τῶν ἀοράτων ἐχθρῶν οὐκ ἐστι τοῦτο εἰπεῖν, διότι νύκτωρ καὶ μεθ᾽ ἡμέραν καὶ καθ᾽ ὥραν ἔκδοτοί εἰσιν κατέρχειν ἡμῶν, ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς σχεδὸν εἰπεῖν συγχωροῦντες· ὥστε πλείονος ἐνταῦθα χρεία φόβου, καὶ μείζονος τῆς παραφυλακῆς πρὸς τὸ μὴ ἁλῶναι· ἀλλὰ φυγεῖν τὰς ψυχολέθρους αὐτῶν ἐπιδρομάς. Ποῦ δὲ φύγωμεν; Πρὸς θεὸν δηλονότι. Ὁ θεὸς ἡμῶν γάρ φησι, καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Καὶ· Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Καὶ· Οἱ πεποιθότες ἐπὶ κύριον, ὡς ὄρος Σιὼν, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ. Οὐκοῦν ἐὰν τὸν φόβον τοῦ θεοῦ καὶ τὴν πεποίθησιν ἔχωμεν, οὐ φοβηθησόμεθα ἀπὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν.
Σκοπῶμεν δὲ ἐκεῖνο· ὅτι φυγαδευτήριον οὐκ ἂν ποτε παραλαμβάνοιτο, εἰ μὴ ἐκ λήψεως ἄρτου καὶ ὕδατος. Καὶ τί τοῦτο ἐν ἡμῖν; Τὸ δάκρυον καὶ ὁ λόγος τοῦ θεοῦ· ἀφ᾽ ὧν καὶ ἐν οἷς τρέφεται τε καὶ διαφθείρεται καὶ προδιαφθείρεται καὶ προδίδοται· Οὐκοῦν ὁ λόγος τοῦ θεοῦ ἐνοικείτω ἐν ἡμῖν πλουσίως, ὡς γέγραπται· καὶ τὸ δάκρυον μὴ ἐπιλειπέτω. Γίνεται δὲ προδοσία, καὶ ἔνθεν; ὡς φασὶν· καὶ τοῦτο πάλιν τί; Τὰ ἔνοικα ἡμῶν πάθη, καὶ οἱ ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἀναποῤῥιζόμενοι διαλογισμοὶ, ἐπιβούλων δίκην ἀνοίγοντες θύραν τοῖς πολεμίοις δαίμοσιν· οὓς ἐξοριστέον καὶ πάσῃ φυλακῇ τηρητέον μὴ ληφθῆναι ἡμῶν τὴν πόλιν· ἥτις ἡ ψυχή· μηδὲ κατασυρῆναι ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας, μηδὲ ὑποσπόνδους γενέσθαι τοῖς ὀλεθρίοις πάθεσιν, ἀλλ᾽ ἀναμένειν ἐν τῇ ἀρετῇ, ἐν ᾗ ἐκτίσθημεν εἰς δόξαν τοῦ κτίσαντος, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ εἰς ἡμέραν κυρίου.
Ἐπειδὴ δὲ χθὲς ὠργίσθην ὑμῖν διὰ τὴν ψαλμωδίαν, παρακαλῶ καὶ δέομαι τεταγμένως καὶ κεκανονισμένως ψάλλειν· ἀλλὰ μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν συγκεχυμένως· κἂν τοῦτο λυπεῖν οὐκ ἐμὲ τὸν ἁμαρτωλὸν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον. Αὐτὸ γάρ ἐστιν ὁ κελεῦον· Ψάλατε συνετῶς. Οὐκ ἂν δὲ εἴη ψάλλειν συνετῶς, εἰ μὴ ἐκεῖνο φυλαχθείῃ τὸ ἐν τῇ χοροστασίᾳ μὴ παράρχεσθαι τοῦ στίχου ἕως ἂν ὁ προῤῥηθεὶς τέλος λάβῃ· εἴ τε μεγαλοφώνως εἴτε μικροφώνως γιγνομένης τῆς ψαλμωδίας, καὶ εἴ τε σχολαιότερον, εἴ τε ἐπιδρομικώτερον ἐρχομένου τοῦ στίχου, εἰ δὲ ὅτι συμβαίνει ἀτονία ἢ ἀκηδία, ἀλλ᾽ ἕτερος ὑφ᾽ ἑτέρου ὑποκρουέσθω, καὶ ἡ εὐταξία φυλαττέσθω ὅτι μάλιστα. Καὶ εἰ ἐπὶ τοῖς ἄλλοις ἡ εὐταξία κάλλιστον· πόσῳ γε μᾶλλον ἐν τῇ τοῦ θεοῦ ὁμιλίᾳ; Ἢ οὐχὶ ἐν τῇ ἀταξίᾳ φαντασίαι ἀπρεπεῖς καὶ αἰχμαλωσίαι τοῦ νοὸς γίγνονται· ἐν δὲ τῇ εὐταξίᾳ καὶ μᾶλλον προσοχὴ καὶ φυλακὴ καὶ γλυκύτης. Ὡς γλυκέα, γάρ φησιν, τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου.
Διὸ παρακαλῶ ὑμᾶς καὶ ἀντιβολῶ πάσῃ σπουδῇ σπουδάσωμεν κατορθῶσαι καὶ τήνδε τὴν ἀρετὴν, ἀλλήλοις ἐπικουροῦντες, καὶ ἀλλήλους ἐπανορθούμενοι ἐν τοῖς ἄσμασιν. Οὕτως γὰρ συνετῶς ψάλλοντες εὑρήσωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν μάλα, τοῖς τε ἄλλοις ἐσώμεθα καλὸν ὑπόδειγμα, καὶ ἐπὶ πᾶσιν κἂν ἐν τούτῳ τὸν θεὸν θεραπεύοντες κληρονόμοι γενώμεθα τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.