Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 102
ΚΑΤΗΧΗΣΙΣ ΡΒ΄.
Περὶ τῆς πανουργίας τοῦ δολεροῦ ὄφεως· καὶ ὅτι τῇ ἀληθινῇ ταπεινώσει καὶ βασιλικῇ ὁδῷ πορευόμενοι, διαφύγοιμεν αὐτοῦ τὰς πολυμόρφους μηχανάς.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πᾶσι μὲν ἀπαιτεῖ με ἡ παροῦσα ἡμέρα διαλεχθῆναι· οὐ μὴν τοιοῦτον ὅσον τοῖς ἄρτι παραγινομένοις ὡς ἀπὸ χρόνου ἀνηκόοις οὖσι τοῦ ταπεινοῦ μου λόγου. Τίς δὲ ὁ λόγος; ἵνα ἄξιον τοῦ κατὰ Χριστὸν διωγμοῦ βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ὡς τέκνα ὑπακοῆς μὴ σχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ἡμῶν ἐπιθυμίαις, μηδὲ ὑποχαυνούμενοι τοῦ τόνου τῆς ἀσκητικῆς ἡμῶν ἐνστάσεως.
Βλέπετε γὰρ, ἀδελφοὶ, ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν· καὶ ἐπειδὴ ἄρτι ὁρῶν ἡμᾶς τῷ διωγμῷ διηρημένους, μᾶλλον σφοδρότερον ἐπιτίθεται ἁρπᾶσαι ψυχὴν γλιχόμενος. Ἀλλ᾽ ἡμεῖς ἐν παντὶ καιρῷ καὶ τόπῳ γρηγορῶμεν, καὶ νήφωμεν περιπεφραγμένοι τοῖς θείοις ἐντάλμασιν. Καὶ αὐτὸς τόπον μὴ εὑρίσκων ἐφ᾽ ἡμῖν ἄπεισι κατῃσχυμμένος. Ἐὰν γὰρ εὕροι τόπον, ἔτι ἐπεμβαίνει, καὶ οὐκ ἂν ποτε λήξῃ, ἕως ἂν θύσῃ καὶ ἀπολέσῃ. Ἢ ἀγνοοῦμεν πόσους ἀπώλεσεν ἀπὸ καταβολῆς κόσμου; Οὐχὶ τὸν πρῶτον ἄνθρωπον δι᾽ ἡδονῆς ὑφελόμενος ἐξωστράκισε τοῦ παραδείσου; Οὐ τὸν Καὶν ἐξώπλισε πρὸς ἀδελφοκτονίαν; Οὐ τὸν Ἰούδαν ἀπέτεμε τοῦ ἀποστολικοῦ χοροῦ, προδότην αὐτὸν τῆς ζωῆς τῶν ἁπάντων ἐργασάμενος; Οὐκ ἄλλους πολλοὺς, ὧν οὐκ ἔστιν ἀριθμὸς, τῷ θανάτῳ παραδέδωκεν; Αὐτὸς οὖν ἐστι καὶ νῦν ὁ ἐνεργῶν καὶ ἐφεδρεύων καὶ ἀπατῶν καὶ σχεδὸν καταπίνων τὴν οἰκουμένην, ὃν διαφυγεῖν ἐργῶδες καὶ λίαν προσεκτικόν. Καί γε πειρᾶται, οὐ μόνον δι᾽ ἀνειμένου βίου καὶ χθαμαλοῦ, ἀλλὰ καὶ δι᾽ ἐπιτεταμένης ἀσκήσεως σκελίζειν καὶ ἀπάγειν ἡμᾶς εἰς τοὐναντίον, ποικιλλόμενος καὶ μετασχηματιζόμενος τέχναις πολλαῖς καὶ ἀπάταις, καὶ πολλὰς τὰς καθ᾽ ἡμῶν παγίδας ἐξαπλῶν ἐπὶ γῆς κατὰ τὴν ἀποκάλυψιν τοῦ μακαρίου Ἀντωνίου· ἃς καὶ διαφεύγει μόνη ἡ ταπείνωσις, ὡς ὁ λόγος.
Οὐκοῦν καὶ ἡμεῖς τῇ ταπεινώσει χρώμενοι διαφύγωμεν αὐτοῦ τὰς παρατροπάς τε καὶ παρεκβάσεις, ὁδῷ βασιλικῇ πορευόμενοι, καὶ μὴ ἐκκλίνοντες τῇδε καὶ τῇδε, ἀλλὰ τῷ κανόνι στοιχοῦντες τῆς παραδοθείσης ἡμῖν ἐντολῆς, καὶ τοῖς ἴχνεσιν ἑπόμενοι τῶν προηγησαμένων πατέρων, ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει.
Τοιγαροῦν ἔστω νοῦς διαστελλόμενος ἀπὸ πονηρῶν ἐνθυμημάτων, ἡ καρδία μελετάτω τὰ θεῖα λόγια, τὸ στόμα ἀνοιγέσθω πρὸς δοξολογίαν θεοῦ, ὁ ὀφθαλμὸς βλεπέτω ὀρθὰ, τὸ οὖς μὴ παραδεχέσθω ματαίαν ἀκοὴν, αἱ χεῖρες πρὸς ἔργα κινούμεναι, οἱ πόδες εὔτακτα βαίνοντες, τροφὴ καὶ πόσις μεμετρημένη, ὕπνος κεκανονισμένος, μήπου πρόοδος παρὰ τὸ προσῆκον, μηδέ τις παῤῥησία θάνατον φέρουσα, μηδ᾽ ἄλλο τι τῶν ἐκτόπων ἡμῖν ἐνεργούμενον· ἀλλὰ πάντα ὁσίως καὶ ἐμφρόνως τελούμενα, καὶ ἡ προθεσμία οὐκ εἰς μακρὰν, καὶ τὸ πέρας τῶν ἀγώνων ἐγγύς.
Καὶ τίς ἡ ἄμειψις πόνων; Βασιλεία οὐρανῶν· ὑπὲρ ἦς ἔτι καὶ ἔτι ἀγωνισώμεθα, πυκτεύσωμεν, κἂν ὠκλάσαμεν, ἀλλὰ πάλιν διαναστῶμεν· κἂν ὑπνώσαμεν, ἀλλ᾽ αὖθις γρηγορήσωμεν. Βιασώμεθα τὴν φύσιν, νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κτησώμεθα τὰς ἀρετάς. Ταῦτα καὶ ὑπὲρ ἐμαυτοῦ λέγω· ἐπειδὴ καὶ αὐτὸς ἀσθένειαν περίκειμαι, τῆς ἴσης ὑμῶν φύσεως δηλονότι, ἵνα ἅπαντες εἰλικρινῶς καὶ ἀπροσκόπτως τῶν τῇδε μεταστάντες, τύχωμεν ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.