Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 103

ΚΑΤΗΧΗΣΙΣ ΡΓ΄.
Περὶ τοῦ φυλάττειν τὰς θείας ἐντολὰς, καὶ τῆς δικαίας ἀπειλῆς τῶν ἀμελῶν διακειμένων.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὁ πλάσας ἡμᾶς θεὸς, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὡς ἐν διδασκαλείῳ ἔθετο ἡμᾶς ἐν τῷδε τῷ βίῳ, ἵνα μαθητευθῶμεν τὸ εὐαγγέλιον αὐτοῦ. Διὸ καὶ τοὺς μαθητὰς ἀποστέλλων ἐπὶ τὸ κήρυγμα παρεγγείλατο λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Τίνα δέ ἐστιν, ἃ ἐνετείλατο; Κατὰ μὲν τὴν παλαιὰν διαθήκην, ὡς ἐκ μέρους εἰπεῖν, τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· κατὰ δὲ τὴν νέαν τὰ τούτων ἔτι ὑψηλότερά τε καὶ ἀκριβέστερα. Ἐῤῥέθη γὰρ, φησὶν, τοῖς ἀρχαίοις οὐ φονεύσεις, ὃς δ᾽ ἂν φονεύῃ ἔνοχός ἐστι τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχός ἐστι τῇ κρίσει. Πάλιν ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Πάλιν ἐῤῥέθη, οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμόσαι ὅλως. Πάλιν ἐῤῥέθη, ἀγαπήσεις πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.

Ὁρᾶς ὅσον τὸ διάφορον ἑκατέρων τῶν διαθηκῶν· τῆς μὲν αὐτὰς τὰς πράξεις ἀπογορευούσης, τῆς δὲ καὶ τὰς ἀφορμὰς, ἐξ ὧν αἱ πράξεις· ὡς ἂν μὴ ἐντεῦθεν ῥιζωθῇ ἡ ἁμαρτία. Ἐὰν οὖν ἡμεῖς πορευθῶμεν μήτε νομικῶς, μήτε εὐαγγελικῶς, ἀλλ᾽ οἷον εἰπεῖν ἐθνικῶς ζῶντες, τί ποιησόμεθα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ; Μὴ πλανᾶσθε, φησὶν, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοιδοροὶ, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

Καὶ διατοῦτο, ὡς πολλάκις καὶ νῦν ἀσφαλιζόμενος διαγγέλλω· μὴ μεμονομένως τινὰ ζῇν, μὴ ἀδιαφόρως φέρεσθαι, μὴ θησαυρίζειν χρυσίον, μὴ κεκτῆσθαι δοῦλον, μὴ εἶναι ἱπποτρόφον, μὴ ὑπάρχειν βοοτρόφον, μήτε ἄλλο πρακτικεύεσθαι παρὰ τὸν τοῦ διωγμοῦ κανόνα· ἐξ ὧν προέρχεται τὰ μείζονα καὶ χαλεπώτερα ἁμαρτήματα. Καὶ ὅμως εἰσί τινες ἐξ ὑμῶν οἱ ἀπειθοῦντες ἀπειθεῖτε, καὶ ἐρίζοντες ἐρίζετε τῇ ἀληθείᾳ· κἀγὼ ὁ ταπεινὸς καθαρὸς ἀπὸ τοῦ αἵματος ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὸ δικαίωμα τοῦ θεοῦ, οὐδὲ ὑπεσιώπησα μὴ φανερῶσαι τὴν ἐρχομένην ῥομφαίαν ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἢ παραζηλοῦμεν τὸν κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν; Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται;

Οὐ φοβεῖσθε τὸ ὑπόδειγμα; οὐ τρέμετε τὴν ἀπειλήν; Οὐ δεδοίκατε τὸν θάνατον, ὃν μικρὸν ὕστερον ὑποστησόμεθα; Πῶς ἴδωμεν τοὺς φοβεροὺς ἀγγέλους ἐρχομένους ἆραι ἡμᾶς τοῦ σώματος; Πῶς ὁδεύσωμεν τὴν ὁδὸν ἐκείνην τὴν μακρὰν καὶ ἄπειρον, μὴ τὰ ἐφόδια αὐτῆς κεκτημένοι; Πῶς παραστησώμεθα τῷ βήματι τοῦ Χριστοῦ, ᾧ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ἔχοντες συνειδὸς πονηρόν; Οὐκοῦν ἀνάγκη ἀποπεμφθῆναι ἡμᾶς ἐκεῖ, ὅπου τὸ πῦρ οὐ σβέννυται, καὶ ὁ σκώληξ οὐ τελευτᾷ· ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων;

Ἀλλ᾽ ἵνα, ἀδελφοὶ, τοῦτο μὴ γένηται, δεῦρο προσκυνήσωμεν καὶ προσκλαύσωμεν τῷ ἀγαθῷ θεῷ ἡμῶν ἐν ἐξομολογήσει, ἐν δεήσει, ἐν κατανύξει, ἐν δάκρυσιν, ἐν προσευχαῖς, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ. Καὶ αὐτὸς ἱλασμὸς περὶ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτὸς οὐκ ἀποστρέφεται τὸν ἐπιστρέφοντα, ἀλλὰ προσίεται ὡς τὴν πόρνην, ὡς τὸν ἄσωτον, ὡς τὸν λῃστήν.

Ναὶ, ἀδελφοὶ, παρακαλῶ· διαναστῶμεν, διεγερθῶμεν, διαγωνισώμεθα, ἵνα ὡς παῖδες εὐμαθεῖς τῆς σχολῆς ἀπολυόμενοι χαίροντες οἴκαδε πορεύονται· οὕτω καὶ ἡμεῖς ὡς γνήσιοι μαθηταὶ τοῦ εὐαγγελίου τοῦ τῇδε βίου ἀπολυθέντες περιχαρῶς χωρήσωμεν εἰς τὴν ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·