Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 104
ΚΑΤΗΧΗΣΙΣ ΡΔ΄.
Περὶ τῆς εἰλικρινοῦς καὶ ἀληθινῆς ἀγάπης καὶ ὑποταγῆς πρὸς τὸν καθηγούμενον καὶ τῆς φοβερᾶς ἐτάσεως τοῦ δικαίου κριτοῦ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἃ μὲν οὖν διελέχθην ἐν τῇ προτέρᾳ κατηχήσει διὰ τοὺς τηνικαῦτα παρόντας, πονῶν καὶ ἀλγυνόμενος διελέχθην· ἃ δὲ νῦν ἔχω λέγειν περὶ ὑμῶν τὰ κρείττονά ἐστι καὶ ἐχόμενα σωτηρίας. Διότι τῇ χάριτι τοῦ ὑπεραγάθου θεοῦ πείθεσθε καὶ ὑπείκετε τῇ ταπεινώσει μου, μηδὲν ποιοῦντες παρὰ τὸ διατεταγμένον οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν πρὸ ἐμοῦ τοῖς τὴν ἀρετὴν προελομένοις. Καὶ τί γὰρ ἂν εἴη γλυκύτερον, καὶ θυμηρέστερον, καὶ χαριέστερον τοῦ κατ᾽ ἐντολὴν ζῆν, καὶ μηδὲν ἰδιοθελῶς πράττειν τὸν ὑπήκοον; Τοῦτ᾽ ἐστιν ἡ ἀληθινὴ ὑποταγή· αὕτη ἐστιν ἡ μακαρία ζωὴ· τοῦτ᾽ ἐστιν τὸ πολύλυπον, ὡς ἂν τις εἴποι, διαγώνισμα· πολύλυπον δὲ τῷ φθάσαντι κόψαι τὸ οἰκεῖον θέλημα· ὃς καὶ παῤῥησιάσεται ἀποστολικῶς φᾶσαι· Ζῶ δὲ οὐκέτι ἐγὼ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἐπὰν γὰρ οὐ τῷ οἰκείῳ θελήματι ζῇ διὰ μέσου τοῦ καθηγουμένου τῷ θεῷ ζῇ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κατοπτριζόμενος καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενος ἀπὸ δόξης εἰς δόξαν ὥσπερ ἀπὸ κυρίου πνεύματος, ὡς γέγραπται.
Ὁ τοιοῦτος ἀμέριμνός ἐστιν ἀπὸ τοῦ κόσμου, ἀφόβητός ἐστιν ἀπὸ τοῦ θανάτου· ὁ τοιοῦτος ἄλυπον καὶ ἀνακείμενος τῷ θεῷ. Ὁ δὲ τοῖς οἰκείοις θελήμασιν ἐπερειδόμενος κἀντεῦθεν τοὺς τῆς ὑποταγῆς ἀκρωτηριάζων νόμους αὐτοθελών τε καὶ αὐταρεσκῶν, οὗτος ὀδυνηρὸν ἕλκει βίον, ἐζωγρημένος ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, κἂν δοκεῖ τυχὸν νηστεύειν, ἢ ἀγρυπνεῖν, ἢ τι ἄλλο ἀγαθὸν ἐνεργεῖν ἀδόκιμον ἐστί. Διότι πᾶν ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί· καὶ ὃ μὴ κατὰ τὸν κοινὸν κανόνα γίνεται, τοῦτο τοῦ μὲν ποιοῦντός ἐστιν ἴδιον, τῆς δὲ θεοσεβείας ἀλλότριον. Καὶ διατοῦτο ἐκείνους μὲν ἐπέπληξα εἰκότως· ὑμᾶς δὲ ἐπαινῶ καὶ παρακαλῶ ἔτι ἐπιμένειν τῇ καλλίστῃ ὑποταγῇ, τῇ ὑπομονῇ, τῇ κοπῇ τοῦ θελήματος, τῇ πίστει, τῇ ἐλπίδι, τῇ ἀγάπῃ, τοῖς ἄλλοις ὑποτακτικοῖς σπουδάσμασιν εἰς οἰκείαν σωτηρίαν, εἰς καλὸν ὑπόδειγμα ὅλῃ τῇ ἀδελφότητι.
Ναὶ, ἀδελφοί μου παρακαλῶ· ἔτι γὰρ ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ἥξει ἡ τελευταία ἡμέρα, ἐν ᾗ ἀποκαλύπτεται τὰ ἔργα τοῦ σκότους καὶ φανεροῦνται αἱ βουλαὶ τῶν καρδιῶν· ἥξει ὁ φοβερὸς καὶ ἀπαραλόγιστος δικαστὴς, ὃς ἄξει ὑποτακτίτην πρὸς ὑποτακτίτην, ἡγούμενόν τε πρὸς ἡγούμενον, ἐπίσκοπόν τε πρὸς ἐπίσκοπον, ἄρχοντά τε πρὸς ἄρχοντα, βασιλέα τε πρὸς βασιλέα, ἑκάτερον ἐξ ἑκατέρου διελέγχων καὶ διαθύνων καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπιζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσιν μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία κατὰ τὸ ἀδόμενον.
Ὃ φοβητέον καὶ πάσῃ σπουδῇ σπουδαστέον μὴ ἐρήμως καταληφθῆναι ἡμᾶς τῶν ἀγαθῶν ἔργων ἐν καιρῷ τοῦ θανάτου· ἀλλ᾽ ἐγκάρπους ὀφθῆναι τοῖς κατορθώμασι. Εἰ δὲ ὅτι ἀντικείμενος ἡμῖν ἐστιν ὁ ἐχθρὸς πρὸς τὸ ἀγαθοεργεῖν ὁμολογουμένως. Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἔστιν ἀπ᾽ ἀρχῆς· καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἡ ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ, ὡς ὁ κύριος ἔφησεν. Ἀλλ᾽ ἔτι ἡμεῖς χρησώμεθα κατ᾽ αὐτοῦ τῇ ἀνδρείᾳ, τῇ μεγαλοψυχίᾳ καταβαλλόμενοι πόνους, μόχθους, προσευχὰς, δεήσεις, δάκρυα· κἀκεῖνος ἐξασθενήσειεν, τοῦ κυρίου συναιρουμένου ὑμῖν τὸ ἀγώνισμα, καὶ συναντιλαμβανομένου τῆς ἀσθενείας ἡμῶν νίκην τε ἡμῖν παρέχοντος τὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.