Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 105
ΚΑΤΗΧΗΣΙΣ ΡΕ΄.
Περὶ τοῦ καθαίρειν ἑαυτοὺς ἀπὸ τῶν παθῶν, καὶ ἀναλαμβάνειν τοὺς τῆς ἀρετῆς πόνους.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τάχα δόξειέ τις λέγειν οὐδὲν ἀπώνασθαι ἡμᾶς ἀπὸ τῶν κατηχήσεων τούτων· ἀλλ᾽ ὡς ἐμοί γε δοκεῖ, καὶ πάνυ ὠφελούμεθα. Ὅπερ γάρ ἐστι τῇ γῇ τὸ ἄρωτρον, καὶ τῷ διψῶντι τὸ ὕδωρ· τοῦτο ὁ κατηχητικὸς λόγος τῷ εὐαισθήτως ἀκούοντι. Πόθεν γὰρ πέφυκε κακύνεσθαι ἡ ψυχή; Πόθεν πόλεμοι καὶ διχοστασίαι ἐν ἀδελφότησιν, οὐκ ἐντεῦθεν, ἐκ τοῦ μὴ εἶναι διδασκαλίαν καὶ νουθεσίαν; Οὗ γὰρ διδασκαλία καὶ νουθεσία, ἐκεῖ εἰρήνη καὶ εὐστάθεια· ἐκεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἀναπέπαυται. Οὗ χάριν κἀγὼ ὁ ταπεινὸς σὺν φόβῳ καὶ πόθῳ ἐπείγομαι διαλέγεσθαι, νουθετεῖν, καὶ παρακαλεῖν καὶ ὑπομιμνήσκειν, εἴ πως δυνηθῶ ἐμαυτόν τε καὶ ὑμᾶς διασώσασθαι ἀπὸ τῶν ποικίλων πειραστηρίων τοῦ διαβόλου.
Ὁμολογῶ δὲ ὅτι καὶ αὐτοὶ συμβάλλεσθαί μοι τὰ μέγιστα, καὶ μάλιστα, οἱ προέχοντες ἐν τῇ ἀδελφότητι, καὶ ὅτι συνεργοὺς ὑμῶν ἔχω εἰς τὸ ἀγαθὸν ἅπαντας· Ἐγὼ, φησὶν, ἐφύτευσα, Ἀπολλῶν ἐπότισεν· ὁ δὲ θεὸς ηὔξανεν· ὥστε οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ ὑμῶν τὸ κατόρθωμα, μᾶλλον δὲ θεοῦ· παρ᾽ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς κατὰ τὴν δεδομένην ἑκάστῳ διακονίαν, ἐπείγεσθαι πρὸς τὸ κοινῇ συμφέρον, καὶ συνοικοδομεῖσθαι εἰς τὸ κατοικητήριον θεοῦ ἐν πνεύματι. Φησὶ γὰρ ὁ ἀπόστολος· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸ θεμέλιον τοῦτο χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλυφθήσεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Σκοπήσωμεν τί λέγει πῶς παρεικάζει τὴν ἀρετὴν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις, τὴν δὲ κακίαν ξύλοις καὶ χόρτῳ καὶ καλάμῃ, ἅπερ ἀπὸ κριτικοῦ πυρὸς δοκιμαζόμενα· τὰ μὲν φρυγανώδη κατακαήσεται, τὰ δὲ στερέμνια σωθήσεται· ὅθεν φοβερώτερον κατασκευάζων τὸν λόγον ἐπιφέρει· Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ, καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθείρει τοῦτον ὁ θεός. Ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστι· οἵ τινες ἐστὲ ὑμεῖς· Πηλίκη ἡ δωρεὰ, ὅτι ναὸς θεοῦ ἠξιώμεθα καλεῖσθαι! Πηλίκη δὲ καὶ ἡ ἀπειλὴ, ὅτι εἰ φθείρομεν τὸν ναὸν τοῦ θεοῦ, φθαρησόμεθα ὑπὸ τοῦ θεοῦ.
Μὴ δὴ οὖν φθείρωμεν τὸν ναὸν τοῦ θεοῦ, ἀδελφοί μου, μηδὲ ἀξιωθέντες ἔνοικον τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν, κατοικητήριον γενώμεθα τῶν παθῶν· μηδὲ ἐλευθερωθέντες τῆς ἁμαρτίας δουλωθῶμεν πάλιν τῷ διαβόλῳ· ἀλλὰ στῶμεν εἰλικρινεῖς καὶ ἀπρόσκοποι, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον θεοῦ, καθὼς γέγραπται. Ἔστω οὖν ἡ καρδία ἡμῶν γρηγοροῦσα καὶ ἔμπονος ἀεὶ ἀπὸ φόβου θεοῦ, καὶ ἐννοίας διηνεκοῦς τοῦ θανάτου πεποιωμένη· ὅπου γὰρ πόνος τοιοῦτος πάρεστι, ἐκεῖ οὐκ ἔχει χώραν εἰσδύειν ἡ ἁμαρτία. Ὁπόταν δὲ ἄπονος καὶ ἀνάλγητος ᾖ ἡ καρδία, τηνικαῦτα ὑποσπείρεται ἡ ἐπιθυμία ἐξοιστρῶσα καὶ ταράσσουσα ἡμᾶς, καὶ οὐκ ἐῶσα ἕως ἂν εἰς τὴν προτέραν δράμωμεν καταστασίαν. Οὐκοῦν ἑλώμεθα τὸ πονεῖν ὑπὲρ ἀρετῆς, ἵνα εὕρωμεν τὸ εὖ βιοῦν· ἑλώμεθα κοπιᾶν ὑπὲρ τοῦ ἀγαθοῦ, ἵνα εὕρωμεν ἀνάπαυσιν διαρκῆ. Ἑλώμεθα τὸ κλαίειν, ἵνα εὕρωμεν τὸ χαίρειν, ἐν κυρίῳ. Ἑλώμεθα τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν, ἵνα εὕρωμεν τὴν ἐντεῦθεν τικτομένην ζωὴν ἀπήμονον.
Καὶ αὕτη τῶν πραγμάτων ἡ μεγίστη καὶ τῶν ἐπιτυχιῶν ἡ μεγίστη ἐπιτυχία· μικροῖς πόνοις καὶ ἀγῶσι τοῖς ὑπὲρ ἀρετῆς ἀνταλλάξασθαι τὰ ἄπειρα καὶ αἰώνια ἀγαθά· ὧν γένοιτο πάντας ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.