Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 106
ΚΑΤΗΧΗΣΙΣ Ρϛ΄.
Περὶ τοῦ νηφαλέως καὶ ἐγρηγορότως διακυβερνᾶν τὸν πλοῦν τῆς ζωῆς ἡμῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἄλλη τίς ἐστι θάλασσα ὁ βίος ὁ ἀνθρώπινος, ἐν ᾗ πάντες, ὡς ἐν πλοίῳ τινὶ, εἰς τόδε σῶμα ἐμβεβηκότες νοητῶς διαπλέομεν οὐ χωρισμένῳ τινι χρόνῳ, καθάπερ οἱ τὴν αἰσθητὴν θάλασσαν διαπλέοντες· ὅτι πῆ μὲν πλέουσι, πῆ δὲ εἴσω λιμένος ἐγκαθώρμηνται· ἀλλ᾽ ἀεὶ πλέομεν νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν, καὶ ἐν χειμῶνι καὶ ζάλῃ, καὶ πέλαγος χαλεπὸν, καὶ οὐ μόνον χαλεπὸν, ἀλλὰ καὶ μακρὸν λίαν τῷ διαστήματι τῆς ζωῆς ἡμῶν συμπαρεκτεινόμενον· ἐν ᾧ ὅσαι καταιγίδες ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐπεισφρισσούσιν· καὶ ὅσοι πειραταὶ δαίμονες καταποντίσαι ἡμᾶς προσβάλλουσι; οὐδὲ ἐστιν εἰπεῖν. Ὅθεν τοῦτο εἰδὼς ὁ ἅγιος Δαυῒδ εὐκτικῶς ἔλεγεν· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων μὴ μὲ καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Εἰ δὲ ὁ Δαυῒδ ὁ τοιοῦτος καὶ τηλικοῦτος ἐφοβεῖτο καὶ προσεύχετο μὴ καταποντισθῆναι, ὅπερ ποτὲ καὶ ἀπονυστάξας πέπονθεν· τί δ᾽ ἂν εἴποιμεν ἡμεῖς οἱ ταπεινοὶ; καὶ ὅσον ὀφείλομεν φοβεῖσθαι καὶ προσεύχεσθαι μὴ τὸ αὐτὸ πεπονθέναι;
Καὶ γοῦν ὁ νοῦς ὑμῶν ἕοικεν κυβερνήτῃ, ὃς ὅταν γρηγορῇ καὶ νήφῃ διωθεῖται τὴν ζάλην τῶν παθῶν, μικρὰ παρὰ τῶν προσρησσόντων αὐτῷ διαλογισμῶν ῥαντιζόμενος· ὁπηνίκα δὲ ῥάθυμος ᾖ καὶ κατημελημένος εἰσδέχεται τὸ πάθος ὥσπερ τι ῥεῦμα ἐπικλύζον. Εἶτα ὑπέραντλος γενόμενος ναυαγεῖ τὸ μέγα τῆς ἁμαρτίας ναυάγιον· ὅπερ καὶ ἀκουόμενον ἐλεεινὸν καὶ ἐννοούμενον ἐλεεινότερον. Τοιοῦτος δὴ οὖν ἐπίφοβος καὶ ἐπικίνδυνος πλοῦν τῆς ζωῆς ἡμῶν· καὶ διὰ τοῦτο νηφαλέως καὶ ἐγρηγορότως σχοίημεν τὴν κυβέρνησιν διωθούμενοι τὰ πάθη πόῤῥωθεν· καὶ ἀποσκευαζόμενοι εὐθὺς τοὺς εἰσβάλλοντας ἐκτόπους λογισμοὺς, ὡς μὴ τῇ ἐπιμονῇ ἐσώμεθα ὑποβρύχιοι.
Ταῦτα δέ μοι εἴρηται οὐ πρὸς τοὺς νεωτέρους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς πρεσβυτέρους, καί γε τοὺς χρονοτριβήσαντας ἐν τῇ ἀσκήσει· οὐδὲ γὰρ τούτους ὁ διάβολος ἀφίησιν ἀντειχειρήτους, περὶ ὧν ποῦ φησὶν ὁ μέγας καὶ θεοφόρος Βασίλειος (Λόγ· εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν) ἐλεεινότατον θέαμα, μετὰ ἀγρυπνίαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που, ἢ τριάκοντα, διὰ ἀπροσεξίαν ψυχῆς, καὶ ἀμέλειαν γυμνὸν ἁπάντων γενέσθαι.
Τοῦτο ἐγὼ ὁ ταπεινὸς καὶ ἀκήκοα καὶ ἑώρακα, καὶ ἀπέκλαυσα, καὶ ἀποκλαίω, ἐννοούμενος πῶς ὁ τοιοῦτος πλοῦτος τῶν ἀρετῶν καὶ ἐν τοσούτοις ἔτεσιν ἀθροισθεὶς ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ τῆς τοῦ διαβόλου ἐπηρείας ὥχετο, καταλιπὼν τὸν ἀσκητὴν τῆς εὐσεβείας ἔρημον καὶ ἄχρηστον. Οὕτω μέγα τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον! καὶ τοσαύτη ἡ τοῦ διαβόλου δυσμένεια, ὁρῶντος ἡμᾶς ἀνερχομένους εἰς οὐρανὸν, ἐξ οὗ ἐκεῖνος ἀποπέπτωκεν! Ἀλλ᾽ ἐκεῖνος μὲν τοιοῦτος, καὶ μετὰ τοσαύτης ἡμῖν τῆς μανίας ἐπιστρατευόμενος. Ἡμεῖς δὲ ἀδελφοὶ μικροί τε καὶ μεγάλοι, νεώτεροί τε καὶ γεγηρακότες πάντες ὁμοθυμαδὸν ἀσφαλισώμεθα σὺν θεῷ τὰ πολλοῖς πόνοις καὶ ἀγῶσι κτησθέντα ἡμῖν μὴ ἀπολέσαι διὰ ἀπροσεξίας. Λέγω δὴ τὴν ἀποταγὴν, τὴν σωφροσύνην, τὸ δάκρυον, τὴν ὁμολογίαν, τὴν προτέραν καὶ ὑστέραν· ἀλλ᾽ ἔτι γρηγορήσωμεν, τὸ ἱστίον ἡμῶν· τῆς ἐλπίδος ἀναπεπτάμενον ἔχοντες, καὶ ταῖς αὔραις τοῦ Πνεύματος κατευθυνόμενοι, ἕως ἂν φθάσωμεν εἰς τὸ πέρας τοῦ βίου, εἰς τὸν λιμένα τῆς ἀθανασίας· ὅπως τοῖς τῆς ἀρετῆς ἀγωγίμοις κομισώμεθα βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.