Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 107
ΚΑΤΗΧΗΣΙΣ ΡΖ΄.
Περὶ μνήμης θανάτου, καὶ τοῦ μὴ ἀμελῶς διακεῖσθαι ἐν τῇ μεταλήψει τῶν ἁγιασμάτων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χθὲς ἐπειδὴ ἐλήλυθεν ὁ βασιλικὸς, εὐθέως ἐταράχθημεν, καὶ ἠδημονήσαμεν τῷ ἀπροσδοκήτῳ τῆς ἐπιστασίας· ἐπειδὴ δὲ διέγνωμεν μὴ δι᾽ ἡμᾶς εἶναι τὴν ἄφιξιν αὐτοῦ, θᾶττον ἀπελύθημεν τῆς ἀγωνίας. Πυνθάνομαι οὖν τίνι λόγῳ ἠγωνιάσαμεν; ἢ δῆλον ὅτι ὡς μὴ ὄντες ἠσμενισμένοι τῷ βασιλεῖ διὰ τὴν παρισταμένην ὁμολογίαν, ἀλλ᾽ ἔχθιστοι καὶ ἀπόπτυστοι· ἐπεὶ εἰ ἦμεν φίλοι καὶ γνησιεύοντες ἐχάρησεν ἂν μάλα εἰδότες ἐπὶ καλῷ πάντως αὐτὸν ἀφίχθαι πρὸς ἡμᾶς.
Τί οὖν βούληταί μοι τὸ προοίμιον δηλοῦν; ὅτι καὶ ψυχὴ ἡ ἀξιωθεῖσα δι᾽ ἀγαθοῦ βίου εὐμενῆ τοῦ σώματος, ἀποστελλομένου ἀγγέλου παρὰ τοῦ τῶν ἁπάντων βασιλέως ἐπ᾽ αὐτὴν, οὐ φοβηθήσεται, ἀλλ᾽ ἡδέως αὐτὸν προσβλέψει, καὶ ἱλέως χωρίσει πρὸς τὸν δεσπότην. Ἡ δὲ μὴ οὕτως εὑρεθεῖσα ταραχθήσεται δηλονότι καὶ ἀδημονήσει ὑπόστασιν μὴ ἔχουσα ἐν ἑαυτῇ, μηδὲ παραμύθιόν ποτέ. Ὧδε γὰρ καὶ φίλος καὶ ἀδελφὸς οἶδε ψυχαγωγεῖν καὶ διακρούεσθαι τὴν ἀγωνίαν· ἐκεῖ δὲ πάντων τούτων ἐρημία ἀποτόμως καὶ αὐστηρῶς αἴροντος τοῦ ἀγγέλου τὴν ἐλεεινὴν ψυχήν. Καὶ τάχα ἐδείσαμεν ἐπὶ τῷ λόγῳ. Εἰ δὲ ἡ ἀκοὴ δέος ἐποίησε, τί δ᾽ ἂν εἰ ἐπ᾽ αὐτῶν γενοίμεθα τῶν πραγμάτων, πάθοιμεν; Πῶς δ᾽ ἂν ἡ ψυχὴ ἐκείνη παρασταίῃ τῷ βήματι τοῦ Χριστοῦ; Ποταμὸς, πυρὸς, φησὶ κατὰ τὸν προφήτην Δανιὴλ, ἕλκει ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρίστανται αὐτῷ, καὶ μυρίαι μυριάδες λειτουργοῦσιν αὐτῷ· καὶ ὁ κριτὴς φοβερὸς καὶ ἀπαραλόγιστος, καὶ ἀπολογία μέχρι καὶ ῥήματος ἀργοῦ, καθὼς λέλεκται ἐν τῷ εὐαγγελίῳ. Καὶ πῶς οἴσει ἡ ψυχὴ τηνικαῦτα; Καὶ ὄντως φοβερὸν ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος· φοβερώτερον δὲ μᾶλλον ὁπηνίκα ἀκούσῃ τῆς δικαιοτάτης ἀποφάσεως παραδεδομένης τῇ ἀπεράντῳ κολάσει.
Οὗ ἕνεκεν, ἀδελφοί μου, παρακαλῶ καὶ δέομαι, καταλλαγῶμεν τῷ θεῷ πρὸ θανάτου· κτησώμεθα αὐτὸν εὐμενῆ, κτησώμεθα τοὺς μέλλοντας φοιτᾶν πρὸς ἡμᾶς ἀγγέλους θείους. Σχῶμεν τὸ ὄμμα τῆς διανοίας ἄγρυπνον. Σχῶμεν τὸν νοῦν ἀκαταμάχητον ἀπὸ τῆς πρὸς τὰ πάθη ἐνστάσεως μὴ ἐκκλίνοντες· ἀλλ᾽ εἰ καὶ μικρὸν ὀλισθήσομεν θᾶττον ἀνιστάμενοι, πολλοῖς τε δάκρυσι τὰ πεπυρωμένα βέλη τοῦ ἐχθροῦ σβεννύοντες καὶ ἀντανίσχοντες τὸν πόθον τοῦ Χριστοῦ. Πολλὰ ἰσχύει, φησὶ, δέησις δικαίου ἐνεργουμένη· ὥστε χρήζομεν ἀλλήλων τὰς εὐχὰς, ἀλλήλων τὰς ὑπομνήσεις. Πολλὰ ἰσχύει τὰ δάκρυα, ἡ κατάνυξις, καί γε πρὸ πάντων καὶ μετὰ πάντων ἡ μετάληψις τῶν ἁγιασμάτων, περὶ ἣν οὐκ οἶδα, ὅπως ὁρῶν ὑμᾶς ἀμελῶς διακειμένους λίαν θαυμάζω, κἂν μὲν παρῇ κυριακὴ, προσερχομένους τοῖς μυστηρίοις· ἂν δὲ ἐν ἑτέρᾳ γένηται σύναξις οὐδαμῶς ἀπαντῶντας. Καί τοι ἐν τῷ μοναστηρίῳ καθ᾽ ἑκάστην ἡμέραν ἐξὸν ἦν τῷ βουλομένῳ κοινωνεῖν, νῦν δὲ καὶ σπανιώτερον καὶ οὐδαμοῦ ἡ ἀπάντησις. Καὶ ταῦτα λέγω οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν βουλόμενος ὑμᾶς προσιέναι· γέγραπται γάρ· Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου.
Οὐ τοῦτο οὖν λέγω. Μὴ γένοιτο· ἀλλ᾽ ἵνα τῇ ἐπιθυμίᾳ τῆς κοινωνίας ὅσον ἐνδέχεται καθαίρωμεν ἑαυτοὺς, καὶ ἀξιώμεθα τοῦ δώρου· ζωῆς γὰρ μετουσία ἐστὶν ὁ προκείμενος ἄρτος. Φησὶ γὰρ ὁ κύριος· Ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶ, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ πάλιν· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Εἶδες δωρεὰν ἄφατον καὶ ἄπειρον! Οὐ μόνον ὑπὲρ ἡμῶν ἀπέθανεν, ἀλλὰ καὶ ἑαυτὸν προὔθηκεν ἡμῖν εἰς ἐσθίασιν. Τί τούτου δεικτικώτερον πρὸς ἀγάπησιν κραταιάν; Τίς δὲ σωτηριωδέστερον τῇ ψυχῇ; Εἶτα βρώματος μὲν ἢ πόματος κοινοῦ προκειμένου οὐδείς ἐστιν ὁ ἀπολιμπανόμενος καθεκάστην ἡμέραν τοῦ μὴ μετέχειν, ἀλλ᾽ εἰ καὶ μὴ μετασχοίη δυσχεράνοι ἂν τὰ μέγιστα. Ἐπειδὴ δὲ οὐκ ἄρτος κοινὸς, ἀλλὰ ὁ ἄρτος τῆς ζωῆς, καὶ ποτήριον οὐ κοινὸν, ἀλλὰ ποτήριον τῆς ἀθανασίας, ἀδιάφορον ἡγούμεθα τὸ πρᾶγμα, καὶ οὐ πάντως ἀναγκαῖον; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ἀλογίας καὶ ἀνοίας;
Ἀλλ᾽ εἰ καὶ γέγονε πρὸς γοῦν τὸ ἑξῆς παρακαλῶ, ἀσφαλισώμεθα, εἰδότες τὴν δύναμιν τοῦ δωρήματος, καὶ ὅσον ἐνδέχεται καθαιρόμενοι, καὶ μετέχοντες τῶν ἁγιασμάτων. Κἂν τύχῃ ἐργοχείρῳ ἡμᾶς σχολάζειν, ἐπὰν ὁ σημαντὴρ μηνύσῃ, καταλιμπάνειν τὸ ἔργον καὶ μετέχειν τοῦ δώρου ἐν πολλῇ προθυμίᾳ. Καὶ τοῦτο, ὡς οἶμαι, μᾶλλον δὲ ὡς τὸ ἀληθὲς ἔχει, πάνυ βοηθήσειεν ἡμῖν, τῇ παρασκευῇ τῆς μεταλήψεως φυλαττόμενοι καθαρῶς. Τῇ γὰρ ἀδιαφορίᾳ τοῦ μὴ κοινωνεῖν πῶς ἂν οὐχ ἁλώμεθα τοῖς πάθεσι; Γενήσεται δὲ ἡμῖν καὶ ἐφόδιον τοῦτο ζωῆς αἰωνίου· ἧς ἀξιωθείημεν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.