Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 108
ΚΑΤΗΧΗΣΙΣ ΡΗ΄.
Περὶ τοῦ εὐκινήτους εἶναι πρὸς τὰ τῆς ἀρετῆς σκάμματα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἡ ἀρετὴ ἀκνίητόν τι πρᾶγμα πέφυκεν εἶναι, οὐδέ ποτε τῆς ἐπὶ τὰ πρόσω φορᾶς ἱσταμένη· ἀλλ᾽ ἀεὶ πρὸς τὰ κρείττονα τοὺς μετόχους αὐτῆς μεταβιβάζουσα. Καὶ τοῦτο δηλῶν ὁ ἀπόστολος λέγει· Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι. Διώκω δὲ εἰ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ. Καὶ πάλιν λέγει· Τὰ μὲν ὄπισθεν ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ· ὥστε οὐδεμία στάσις ἐπὶ τῷ καλῷ. Ἡ γὰρ στάσις ἡ ἐπὶ τοῦ καλοῦ ἀρχὴ τοῦ κακοῦ γίνεται.
Οὐκοῦν μηδ᾽ ἡμεῖς στῶμεν, ἀδελφοὶ, τοῦ δρόμου τῆς ἀρετῆς, ἀλλὰ ἀεὶ ὦμεν εὐκίνητοι, νεόκτιστοι, μεταταττόμενοι ἐκ δυνάμεως εἰς δύναμιν, Ἔως ἂν φθάσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν πᾶσαν ἡμέραν εὐθύμως διατελῶμεν· οἷον φέρε εἰπεῖν· Πάρεστιν ὁ ὄρθρος; τάχει τοῦ ὕπνου διανιστάμεθα τῇ προσευχῇ παριστάμενοι. Μετήλθομεν ἐντεῦθεν· Προθύμως τοῦ ἔργου ἐπιλαβώμεθα, ὁμοῦ μὲν ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ἡμῶν τῷ κυρίῳ, ὁμοῦ δὲ καὶ ταῖς χερσὶν ἐργαζόμενοι. Συμπεπέρασται ἡμέρα μετὰ εὐχαριστείας καὶ κατανύξεως ἐπὶ τὸν ὕπνον ἴωμεν, ὡς ἂν τῇ τοιαύτῃ διαδοχῇ πληροῦται τὸ ὑπὸ τοῦ ἁγίου Δαυῒδ εἰρημένον· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Μὴ ἡμέρα ἐν αἰχμαλωσίαις καὶ ἀδιαφορίαις, μὴ δὲ νὺξ ἐν κοίτας καὶ ἀσελγείαις· οὐ λέγω πραγματικῶς. Μή γένοιτο. Ἀλλὰ μηδὲ διανοηματικῶς. Ἐπειδὴ καθάπερ τὸ σῶμα, οὕτως καὶ τὴν ψυχὴν ἁγνεύειν ὁ λόγος τῆς ἀληθείας ἐπιζητεῖ. Ἀλλὰ ἐπιθυμοῦμεν ἐπιθυμίαν; καὶ τί ἐπιθυμητικώτερον τῆς ἀρετῆς, ἦς ἡ ἡδονὴ γλυκεῖα καὶ ἀκόρεστος; Ἀλλ᾽ ἐρῶμεν κάλλους; καὶ τί ἐρασμιώτερον τοῦ Κυρίου; οὗ τῷ κάλλει τὰ πάντα ὡραΐζεται; Πονηραὶ δὲ ἐπιθυμίαι ἐξοιστροῦσαι τὴν ψυχὴν, θηρίου παντὸς χαλεπώτερον αὐτὴν κατεστίουσιν· ὥστε οὐχ ἡδονὴ αὕτη, ἀλλ᾽ ὀδυνηρὰ ζωὴ. Μὴ πλανᾶσθε, φησὶ, σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Τίνα οὖν εἰπέ μοι ἡ ἁμαρτία λαβοῦσα οὐκ ἠτίμωσε καὶ τεταπείνωκε καὶ τῷ θανάτῳ παρέδωκεν; Τίνα δὲ ἡ ἀρετὴ λαβοῦσα οὐχ ὕψωσε καὶ θαυμαστὸν τῷ κόσμῳ ἀπέφηνεν; Λάβε μοι ἐκ πολλῶν δύο· τὸν Ἀμμὼν καὶ τὸν Ἰωσήφ. Οὐχὶ τὸν μὲν, ἡ ἐπὶ τῇ ἀδελφῇ πορνεία ἐφονόκτησε· τὸν δὲ ἡ ἐπὶ τῇ Αἰγυπτίᾳ ἁγνεία ἐβασίλευσεν;
Οὕτως ἡ ἀρετὴ ἐραστὴ καὶ ἐφετὴ καὶ σωτήριος τυγχάνει· ἀλλ᾽ ὅμως οἱ ἄνθρωποι πλανώμεθα πλάνην μεγάλην, ἀντὶ ζωῆς θάνατον αἱρούμενοι, καὶ ἀντὶ φωτὸς σκότος ἀσπαζόμενοι, καὶ ἀντὶ ἀφθαρσίαν φθορὰν φιλοῦντες. Οὗ τί ἂν γένοιτο ἐλεεῖν ἐλεεινότερον; Πόθεν οὖν θέλοντες εἶναι ἐρασταὶ τοῦ καλοῦ οὐ δυνάμεθα; Ὅτι μὴ ἀληθινῷ θελήματι θέλομεν, ἀλλ᾽ ἐπιπλάστῳ· ἐπεὶ αὐτεξούσιοι ὄντες πάντως ὃ θέλομεν, τοῦτο καὶ αἱρούμεθα. Ἀλλ᾽ ὡς ἔοικεν, ἡ ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος διατριβὴ ἕξιν ἐποίησεν ἡμῖν δυσαπόσπαστον παθῶν. Ἀλλὰ τί φησὶν ὁ Ἀπόστολος. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ἡμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· τοῦτό ἐστιν ἀντίῤῥοπον σπουδὴν ἐπιδείξασθαι δεῖν ἡμᾶς τῇ ἀρετῇ.
Διὸ ἐπιμείνωμεν, ἀδελφοί μου, ἔτι κρούοντες, καὶ πάντως ἀνοίξει ἡμῖν θύραν ὁ ἀγαθὸς ἡμῶν θεὸς, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, καὶ διδοὺς ἡμῖν ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.