Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 109

ΚΑΤΗΧΗΣΙΣ ΡΘ΄.
Περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Θεοσώστου, καὶ τοῦ εὐσεβῶς καὶ ὁσίως διαβιῶναι.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἄρτι ἐντελῶς μεμαθήκαμεν περὶ τοῦ ἀδελφοῦ Θεοσώστου, ὅτι κεκοίμηται, καὶ δεῖ περὶ αὐτοῦ μικρόν τι φᾶναι· ὅτι ὁ ἀνὴρ τῶν δοκίμων ἦν, οὗ ὁ ἔπαινος ἐν πολλοῖς καὶ μοναχοῖς καὶ λαϊκοῖς· ὃς καὶ ὑπετάγη καὶ ὑπέταξεν· ἐξ ὧν πέπονθε πειρασθεὶς δυνάμενος, ἀποστολικῶς εἰπεῖν, τοῖς πειραζομένοις βοηθῆσαι. Κἀντεῦθεν πολλὰ τὰ κατὰ θεὸν τέκνα καὶ δόκιμα κτησάμενος· ὃς καὶ ὑπέστη ὑπὲρ ἀληθείας θλίψεις καὶ στενοχωρίας, διωγμοὺς καὶ πειρασμοὺς, οὐ τοὺς τυχόντας, ἐφ᾽ οἷς καὶ τελειωθεὶς ἐνεδήμησε πρὸς κύριον.

Τίνος οὖν ἕνεκε εἴρηταί μοι ταῦτα; Ἵνα καὶ ἐν τῷ ἀδελφῷ ἡμῶν καὶ ἡμεῖς τὰ καθ᾽ ἡμᾶς θεωρήσωμεν, ἀδελφοὶ· ὅτι εἰ καλῶς καὶ ὁσίως πολιτευσώμεθα, ὁμοίως ἐπαινεθησόμεθα ὑφ᾽ ἑτέρου, ζήλου ἀγαθοῦ πρόξενοι τοῖς μεταγενεστέροις προκείμενοι. Εἰ δὲ οὐ καλῶς, οὐ μόνον οὐκ ἐπαινεθησόμεθα, ἀλλὰ καὶ δίκας ὑφέξομεν τιμωρίας ἀθανάτου· ὅπερ φοβερόν ἐστι καὶ ἐννοεῖν καὶ λέγειν.

Σὺ δὲ μὴ σκόπει πῶς εἷς καθ᾽ εἷς μεταβαίνομεν ἐντεῦθεν. Καὶ ποῦ πορευσόμεθα; Καὶ τίς ἡ ἐνταῦθα οἰκονομουμένη ζωὴ ἡμῶν; Ἐπ᾽ ὀλίγαις ἡμέραις ὅσον εἰς πεῖραν καὶ βάσανον ἀρετῆς ἐπιβιῶναι· εἶθ᾽ οὕτως μεταβῆναι, ἔνθα διαμενοῦμεν εἰσαεί. Εὐφρόνων τοιγαροῦν, ὅτι ταῦτα διανοεῖσθε· καὶ ὁ ταῦτα διανοούμενος τρέμει καὶ δέδοικεν, ἀεὶ καθ᾽ ἡμέραν ἀπεκδεχόμενος τὴν ἀπολύτρωσιν τοῦ σώματος αὐτοῦ· κἀντεῦθεν προθυμούμενον ἔργον εἰς τὴν ἐμπιστευθεῖσαν αὐτῷ διακονίαν, καὶ τοσοῦτον ὡς πόνοις πόνους προστιθέναι ἀεννάως.

Πόθεν γὰρ οἱ ὑπερφυεῖς ἀγῶνες τῶν ἁγίων; Πόθεν τὸ πολυχρόνιον τῆς ὑπομονῆς; Πόθεν τὸ διαρκὲς τῆς ὑπακοῆς; Πόθεν τὸ ἕως γήρως ὑποτακτικόν; Καὶ τὰ ἔτι τούτων μείζονα, πόθεν τὰ ἄθλα τῶν μαρτύρων; Πόθεν αἱ τῶν μελῶν συγκοπαί; πόθεν αἱ τῶν αἱμάτων ἐκχύσεις; Οὐκ ἐντεῦθεν, ἐκ τοῦ ἐπιλογίζεσθαι αὐτοὺς τὸ ἐπίκηρον τοῦ βίου καὶ ὠκύμορον τῆς ζωῆς, τό τε παραστατικὸν τοῦ φοβεροῦ κριτηρίου καὶ τὸ ἀτελεύτητον τῶν αἰωνίων βασανιστηρίων. Ἐντεῦθεν οὖν οἰστὰ αὐτοῖς πάντα· ἐντεῦθεν ὡς ἐπ᾽ ἀλλοτρίοις σώμασι τῶν ἀνηκέστων βασάνων ἡ ὑπομονή· Καί γε μακαρία ἡ ψυχὴ ἡ ταῦτα νυκτὸς καὶ ἡμέρας ἐπιλογιζομένη· ἡ ὡς ξένη καὶ παρεπίδημος διαμείβουσα τὸν βίον, ἡ ἀπεκδεχομένη τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπήμονα. Περὶ ἧς φησὶν ὁ ἀπόστολος· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἐκδέχεται· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα· ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.

Ὁρᾶς ὅτι εἰς ἀφθαρσίαν μεταποιηθήσεσθαι τὸ πᾶν ἐπήγγελται· καὶ ἐκ δουλείας εἰς ἐλευθερίαν μεταστοιχειωθῆναι τὴν κτίσιν. Ἡλίκη λοιπὸν ἡ ἡμέρα ἐκείνη, περὶ ἦς φησιν ὁ ἅγιος Δαυῒδ· Ὅτι κρεῖσσον ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας. Καὶ πάλιν ὁ κορυφαῖος τῶν ἀποστόλων· Ἡμέρα κυρίου ὡς χίλια ἔτη. Καὶ ὁ ἀπόστολος Παῦλος φησί. Συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.

Ἐκεῖ τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς τὸν νοῦν καὶ τὴν καρδίαν τείνωμεν· ἐκεῖ τὰ διανοήματα καὶ τὰ διαβουλεύματα ἡμῶν διαποιήσωμεν· ἐκεῖ καὶ τὰ ἐπιθυμήματα καὶ τὰ ἐρωτεύματα ἡμῶν· ἀνάψωμεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τὸν ἐξουσιάζοντα πειράζειν ἡμᾶς· οὐ μὴν ἰσχύοντα καταβάλλειν περιπεφραγμένους ἤδη τοῖς ὅπλοις τῆς ἀσκήσεως· ὃν οὐ μόνον διαφεύγειν, ἀλλὰ καὶ νικᾶν ὑμᾶς εὔχομαι ὁ ταπεινὸς, καὶ στέφανον ἀποῖσαι δικαιοσύνης ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·