Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 110
ΚΑΤΗΧΗΣΙΣ ΡΙ΄.
Περὶ τῆς χαροποιοῦ ἡμῶν βιωτῆς, καὶ τοῦ μὴ ἀκηδιᾶν ἐν τῇ ἐχθροῦ πάλῃ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χαίρειν μὲν ἐν κυρίῳ πᾶσιν καὶ πάντοτε προστάσσει ὁ Ἀπόστολος, χαίρουσι δὲ ὡς ἔοικε μόνοι οἱ ἀληθινοὶ μοναχοὶ, οἱ οὐ μεριμνῶσιν οὐ περὶ γυναικὸς, οὐ περὶ τέκνων, οὐ περὶ δούλων, οὐ περὶ χρημάτων, οὐ περὶ κτημάτων, οὐ περί τινος ἄλλου τῶν τοῖς φιλοσάρκοις σπουδαζομένων. Μία γὰρ μέριμνα αὐτοῖς πῶς ἀρέσκωσι τῷ κυρίῳ· τὸ δὲ οὕτως μεριμνᾶν χαίρειν ἔστιν ἐν κυρίῳ πάντοτε. Ὅπου γὰρ γάμος καὶ δουλεία καὶ τὰ ἐκ τούτων τικτόμενα ὀχληρὰ, ὁ περισπασμὸς οὗτος ὁ πονηρὸς ὃν δέδωκε ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτοῖς, κατὰ τὸ τοῦ Σολομῶντος εἰρημένον. Ἐκεῖ δυσχερές ἐστιν τὸ χαίρειν ἐν κυρίῳ τῶν προειρημένων ἀφελκόντων τὸν νοῦν τῆς τοῦ θεοῦ μνήμης, ἐφ᾽ ᾗ ἐστι τὸ χαίρειν ἐν κυρίῳ.
Ἐπεὶ τῆς μερίδος τῶν χαιρόντων ἐν κυρίῳ ἡμεῖς, χαίρομεν καὶ συγχαίρομεν ἀλλήλοις, ἀδελφοὶ, προσδεχόμενοι τὴν ὑπὲρ τῆς παρθενίας καὶ ἀκτημοσύνης μισθὸν τοῦ θεοῦ, ὃς καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθὸν ἐπηγγείλατο δοῦναι, μὴ ὅτι γε ὑπὲρ οὕτω μεγάλων τε καὶ ὑπερφυῶν κατορθωμάτων; Μέγιστον γὰρ καὶ ὑπερφυὲς κατόρθωμα τὸ τῆς παρθενίας καὶ αὐτῆς συναπτόμενον τῆς ἀγγελικῆς πολιτείας· εἰς τὸ κατ᾽ ἀρχὰς ἀνακομίζον τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ὅτε οὐκ ἦν γάμος, οὔτε δουλεία· ἀλλά τις ζωὴ ἀπήμων, καὶ διαγωγὴ ἄλυπος.
Εἰ δέ τις λέγει μὴ χαίρειν, ἀλλὰ λυπεῖσθαι· δι᾽ ἣν αἰτίαν, πυνθάνομαι, ἡ λύπη; Ὅτι ἁμαρτίας ἐστὶ πεποιηκὼς; Ἀλλὰ ταύτας ἀφείθη διὰ τῆς ἀποταγῆς, καὶ ὑποταγῆς καὶ ἐξαγορεύσεως. Ἀλλ᾽ ὅτι τοῖς λογισμοῖς ἐστι τιτρωσκόμενος καθ᾽ ἑκάστην ἡμέραν; Ἀλλὰ καὶ τοῦτο σημεῖον στεφανώσεως· οὐδεὶς γὰρ τὸν ἔξω πολέμου, ἀλλὰ τὸν πολεμιστὴν στεφανοῖ. Οὐδὲ μὴν ἀμοίβεται δώροις τὸν μὴ κονισάμενον, ἀλλὰ τὸν διηγωνισμένον μάλιστα. Οὐ θεωρεῖτε πῶς ὅθεν λέγωμεν λυπεῖσθαι, ἐκεῖθεν ἔχομεν τὸ χαίρειν.
Χαίρωμεν τοιγαροῦν, ἀδελφοὶ, πνευματικῇ ἀγαλλιάσει, ἀντανιστάμενοι καὶ ἀντικαθιστάμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου κραταιότερον εὐχαῖς μὲν καὶ δεήσεσιν ἀνατρέποντες αὐτοῦ τὰς προσβολὰς· ταπεινοφροσύνῃ δὲ καὶ ὑπακοῇ συντρίβοντες αὐτοῦ τὰς παγίδας· δάκρυσι καὶ καταποντίζοντες αὐτὸν ὡς Φαραὼ· ἐξαγορεύσει τε καὶ ἐξομολογήσει ἀποδιώκοντες αὐτὸν πόῤῥωθεν· τοῖς πᾶσιν ἄλλοις κατορθώμασι καταβάλλοντες αὐτὸν δυνάμει θεοῦ.
Τοιγαροῦν ποικίλος ἐστὶ ταῖς μεθοδείαις καὶ πολύτεχνος τῇ κακίᾳ, οἶδε καιρὸν παρατηρεῖν, ἐφ᾽ ᾧ ἐξέλθοι ζητῶν τοῦ θανατῶσαι ἡμᾶς· οἶδε καὶ ὑποστέλλεσθαι δῆθεν ἡττηθεὶς, ἵνα ἀθρόον ἐπιστὰς ἀπαρασκεύαστον εὕροι τὴν ψυχὴν, καὶ ἀπεργάσοι τὸ, ὃ βούλοιτο. Ἀλλ᾽ ἡμεῖς ἐπὶ τῆς φυλακῆς ἡμῶν ἑστῶτες νήφωμεν, γρηγορῶμεν, ἀκοίμητον ὄμμα τῆς διανοίας ἔχοντες, ζέουσαν τὴν καρδίαν ἐν ἀγάπῃ θεοῦ. Κἀντεῦθεν ἀκαταγώνιστοι διαμενοῦμεν καὶ ἀπερίτρεπτοι.
Ναὶ παρακαλῶ μὴ ὀλιγωρήσωμεν ἐν τῇ πρὸς τὸν ἐχθρὸν μάχῃ· ἐγγὺς τὸ πέραν τῶν ἀγώνων. Ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ἢ τῷ ἑκάστου τέλει ἢ τῇ τοῦ παντὸς συντελείᾳ, καθ᾽ ἣν ἀποκαλυφθήσεται ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως ἐν πυρὶ φλογὸς καὶ δόξῃ ἀνεκλαλήτῳ· καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς κατὰ τὸ γεγραμμένον· καὶ οἵ τινες αὐτὸν ἐξεκέντησαν. Καὶ ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ὡς φοβερὸν τὸ ὅραμα ἐκεῖνο καὶ πάσῃ ἐκστάσει ἀνεκδιήγητον. Τότε σκιρτήσουσιν οἱ τὸν καλὸν ἀγῶνα διηγωνισμένοι· οἱ ὑπομεμενηκότες ἐν τοῖς πειρασμοῖς· οἱ τῆς ὁσιότητος ἐρασταὶ· οἱ τῆς ὑποταγῆς τελειωταὶ· οἱ πάντα ἐν πᾶσι εὐαρεστηκότες τῷ κυρίῳ. Ἀλλ᾽ εἴη καὶ ἡμᾶς σὺν αὐτοῖς συγκαταριθμηθῆναι, καὶ ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.