Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 12
ΚΑΤΗΧΗΣΙΣ ΙΒ΄.
Κυριακῇ δευτέρᾳ.
Ὅτι χρεῖ μετὰ αἰδοῦς καὶ ἀγάπης διαμείβειν τὸν βίον ἡμῶν καὶ περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Εὐδοκίμου.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Αὕτη ἡμέρα τῆς κυριακῆς, ἣν ἑορτάζομεν σήμερον ἱκανὴ ἡμῖν ἐστι κατήχησις, εἰ προσέχωμεν· ἐν ταύτῃ ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνήγειρεν ἡμᾶς ἐῤῥημμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς νενεκρωμένους τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν· ἐν ταύτῃ ἤνοιξεν ἡμῖν πάλιν τὸν παράδεισον ἀπολαύειν τοῦ ξύλου τῆς ζωῆς, ὅπερ ἐστὶ τὸ ζωοποιὸν αὐτοῦ σῶμα καὶ αἶμα. Ἐν ταύτῃ κατεξαναστάμενοι τοῦ θανάτου προφητικῶς ἔχομεν λέγειν· Ποῦ σου, θάνατε τὸ κέντρον; ποῦ σου ἄδη τὸ νῖκος; νενίκησαι ἀπὸ τοῦ φήσαντος· θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Καὶ ἔτι ἀποστολικῶς εἰπεῖν. Ἐν ταύτῃ ὁ θεὸς καὶ πατὴρ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
Καὶ ὦ τῆς ἀνεκδιηγήτου δωρεᾶς. Ἐκ τίνος εἰς τί ἡμᾶς προσήγαγεν; Ἐκ θανάτου εἰς ζωὴν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ ἔχθρας εἰς γνησεύουσαν φιλίαν, καὶ τοσοῦτο ὡς συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ ἀπεργάσασθαι ἡμᾶς. Τίς ἡ ἀνεκλάλητος αὕτη χάρις; τί τὸ ὑπερβάλλον μέγεθος τῆς εἰς ἡμᾶς ἀγαπήσεως αὐτοῦ; ὅτι τὸν μονογενῆ αὐτοῦ υἱὸν ἔδωκεν λύτρον ὑπὲρ πάντων ἡμῶν; εὐκαιρόν ἐστιν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ. Οὐκ οὖν ἀντιαγαπήσωμεν τὸν ἀγαπήσαντα ἡμᾶς; ἀποθανοῦμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν μηδ᾽ ὅλος ἐπιστρεφόμενοι πρὸς σάρκα καὶ αἷμα, μηδὲ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεαζόμενοι, μὴ δὲ ταῖς ἡδοναῖς τοῦ βίου διαχεόμενοι μὴ δὲ τοῦ καρποῦ τῆς ἁμαρτίας ἀπογευόμενοι, ἐξ οὕπερ ὁ θάνατος. Γέγραπται γὰρ· Ἑκουσίως ἡμῖν ἁμαρτάνουσι μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Φοβερά δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
Διὸ μετὰ αἰδοῦς καὶ εὐσεβείας δουλεύσωμεν τῷ κυρίῳ, μετὰ συνέσεως καὶ εὐσταθείας διαγάγωμεν τὸν βίον. Μετὰ τῆς εὐδιακρίτου ὑπομονῆς κατέχωμεν τὰς διακονίας, ἀκριβείαν ἔλκοντες, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ γὰρ καὶ ἐν τοῖς σαρκικοῖς μέχρι καὶ καύσεως ξύλου καὶ ἐκχεύσεως ὕδατος· ὅτι καὶ ταῦτα ὡς ὁρᾶτε ἐν τῇ νήσῳ ταύτῃ πενιχρᾷ σπανίζει.
Ἐπὶ πᾶσι τούτοις τὸ ἀπόκριμα τοῦ θανάτου ἔχοντες, ὅτι καὶ νῦν Εὐδόκιμος ὁ ἀδελφὸς ἡμῶν ἐνεδήμησεν πρὸς κύριον. Καὶ εἰ ὁ θάνατος τοῦ ἀδελφοῦ ἡμῶν οὐ σωφρονίζει ἡμᾶς, τί λοιπὸν ἐπιστρέψει ἡμᾶς; καὶ εἰ τὸ μυστήριον τοῦ θανάτου οὐ παιδαγωγεῖ ἡμᾶς, τί τὸ δυνάμενον ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ὀλεθρίων παθῶν; Ἤδη λαλούντων ἡμῶν καὶ βουλευομένων περὶ τοῦδε καὶ τοῦδε, αἰφνιδίως ἡ φοβερὰ ἡμέρα τοῦ θανάτου ἐπελεύσεται. Ἀλλὰ φοβερὰ μὲν καὶ δυσαπάντητος τοῖς κεκρατημένοις ἐν ἁμαρτήμασι, τοῖς ἀνεξαγόρευτα πταίσματα ἔχουσιν, τοῖς δυστροπεύουσιν, τοῖς ἀτακτοῦσι καὶ ἰδιογνωμονοῦσιν. Ἡδεῖα δὲ καὶ ὁμαλὴ καὶ εὐπρόσιτος τοῖς φιλοθέοις τοῖς φιλαρέτοις, τοῖς εὐλαβέσιν, τοῖς εὐηκόοις, τοῖς ταπεινοφρόσιν.
Διὸ παρακαλῶ καὶ ὑπομιμνήσκω, ἀδελφοί μου, τοὺς τοιούτους λογισμοὺς ἀναλαμβανόμενοι ἀποδιϊστάμεθα τῶν παθῶν ὅση δύναμις, στεργησώμεθα τὸ φίλτρον τοῦ Χριστοῦ τὰς ἀρετὰς διαπράττοντες, ἵν᾽ οὕτως συντελέσαντες τὸν βίον κληρονομήσωμεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.