Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 111

ΚΑΤΗΧΗΣΙΣ ΡΙΑ΄.
Περὶ ὑπομονῆς καὶ κατανύξεως.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Λαλῶν ἔτι λαλήσω, καὶ παρακαλῶν ἔτι παρακαλέσω. Ἐπειδὴ ἐναγώνιός εἰμι, ὅτι καὶ τὸ γῆρας περὶ τὴν κεφαλὴν καὶ τὸ κρῖμα τῆς παραστασίας φοβερόν. Ἐφ᾽ ᾧ πῶς οὐκ ἔστιν ἐμοὶ δεδοικέναι; πῶς δὲ οὐ προαιρεῖσθαι, μὴ ὅτι ταῦτα τὰ βραχέα φθέγγεσθαι· ἀλλὰ καὶ αὐτὴν τὴν ταπεινήν μου ψυχὴν προέσθαι ὑπὲρ ἑνὸς ἑκάστου πάντων ὑμῶν. Τοιγαροῦν, ἀδελφοὶ, ἀκούσωμεν τοῦ ἀποστόλου λέγοντος· Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ κλαίοντες ὡς ἀγαλλόμενοι, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· τουτέστιν παρέρχεται, παριππεύει, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας τὸ στάσιμον ἔχον. Ἀλλ᾽ ὁ χθὲς λαμπρὸς, σήμερον κατηφὴς· καὶ ὁ χθὲς ἐν εὐημερίᾳ, σήμερον ἐν συμφορᾷ. Καὶ νῦν μὲν οὗτος εἰς ὕψος αἴρεται, νῦν δὲ ἕτερος πίπτει ἐκ τοῦ ἀξιώματος. Καὶ ἄλλος μὲν ἐκ πλουσίου πένης· ἕτερος δὲ ἐκ πένητος πλούσιος καθίσταται καὶ μυρίαις μεταβολαῖς καὶ μεταπτώσεσιν ὑποβάλλεται ὁ ταλαίπωρος ἡμῶν βίος, μηδαμοῦ τὸ στάσιμον κεκτημένος.

Πόθεν δὲ τοῦτο συμβέβηκε; Ἐκ τῆς ἀρχῆθεν ἀβουλίας ἡμῶν δηλονότι. Ἐπειδὴ γὰρ ἠλογίσαμεν τῆς ἐν τῷ παραδείσῳ δοθείσης ἡμῖν ἁγίας ἐντολῆς, ἡδονῇ κλαπέντες τῇ ἀπάτῃ τοῦ ὄφεως, εἰκότως παρεδόθημεν τῇ πολυπαθεστάτῃ καὶ ἀλλοιωτῇ ζωῇ ταύτῃ. Δι᾽ ἣν καὶ ἡ παρουσία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνακομίζουσα ἡμᾶς εἰς τὸ κατ᾽ ἀρχὰς, καὶ ἀποκαθιστῶσα εἰς τὴν ἀπήμονα ζωὴν καὶ ἄλυπον διαγωγὴν ἐκείνην. Σωφρόνων οὖν ἐστι καὶ δοκίμων ἐν τοῖς ἀστάτοις στερέμνιον εἶναι, καὶ ἐν τοῖς τρεπτοῖς ἄτρεπτον διαμένειν.

Τίνων δ᾽ ἂν εἶεν τοῦτο, ἀλλ᾽ ἢ τῶν ἐσταυρωμένων τῷ κόσμῳ καὶ κατόπιν ἰόντων τοῦ κυρίου; Καί γε τοιοῦτοι ἡμεῖς χάριτι Χριστοῦ, ἀδελφοὶ τιμιώτατοι, τὴν καλὴν ἀποταγὴν ἀποτασσόμενοι· δι᾽ ἧς πρὸς τὸ ἀρχαῖον ἀνακομιδὴ πέφυκεν ἐγγίνεσθαι. Καὶ γὰρ ἐπειδὴ διὰ παρακοῆς καὶ ἀπειθείας ἐξεβλήθημεν τοῦ παραδείσου, εὐδόκησεν ὁ ὑπεράγαθος ἡμῶν θεὸς δι᾽ ὑπακοῆς καὶ εὐπειθείας ἀπολαβεῖν ἡμᾶς πάλιν τὸν παράδεισον. Οὐκοῦν χαίρομεν ἐπὶ τῇ ὑποταγῇ ἡμῶν· ὅτι ἀνακομίζει ἡμᾶς εἰς ζωὴν αἰώνιον· ἀλλὰ τὸ ζητούμενον ἡ ἐν τοῖς ἀγῶσιν ἐπιμονὴ καὶ ἐν τοῖς λυπηροῖς ὑπομονή! Ἡ γὰρ κατὰ σάρκα νικᾶν οὐκ ἂν γένηται, εἰ μὴ σὺν πολλοῖς πόνοις καὶ ἱδρῶσι· πολλῷ μᾶλλον τὸ ἐκδραμεῖν τὸ τῇδε στάδιον τοῦ βίου νικητικῶς τῶν λίαν ἐστιν ἀνδρικῶν καὶ γενναίων.

Γενναίως οὖν στῶμεν, παρακαλῶ, καθ᾽ ἑκάστην ἡμέραν νηφόντες, γρηγοροῦντες, ἀνακινοῦντες τὸ ἐπιθυμητικὸν ἡμῶν πρὸς θεὸν μόνον καὶ τῇ περὶ αὐτὸν θεωρίᾳ ἐνασχολούμενοι, δάκρυσί τε καὶ δεήσεσι φωτιζόμενοι· κἀντεῦθεν ἕλκοντες τὴν χάριν τοῦ ἁγίου Πνεύματος· ἐπ᾽ οὐδενὶ γὰρ ἐπιτέρπεται θεὸς, ὡς ἐπὶ ψυχῇ καθαρευούσῃ παθῶν· καὶ οὐδεὶς οὕτως πολυανθὴς λειμὼν εὐωδεῖν πέφυκεν, ὡς ψυχὴ τὰς ἀρετὰς κυπρίζουσα. Εἰ δὲ ὅτι συμβαίνει ἀπονυστάζειν· ἀλλὰ θᾶττον διϋπνιστέον, κἂν ἑπτάκις τῆς ἡμέρας ἁμαρτεῖν συμβῇ, ἑπτάκις μετανοητέον προσδέημεθα· κἂν ἑβδομηκοντάκις ἑπτὰ τοῦτο πάθοιμεν· τοσαυτάκις ἡ μεταμέλεια· καὶ τῆς ἐλπίδος οὐκ ἀποτευξόμεθα κατὰ τὴν θείαν ὑπόσχεσιν. Μόνον ἐπιμείνωμεν, παρακαλῶ, μόνον μὴ ἐκκακήσωμεν ἀνακαλεῖσθαι ἑαυτοὺς ἀπὸ τῶν ὑποστώσεων.

Καὶ ἐγγὺς τὸ πέρας τῶν ἀγώνων, καὶ ἐγγὺς ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις, καὶ οἱ στέφανοι τῆς δικαιοσύνης· ὧν καὶ ἀξιωθείημεν ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·