Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 112

ΚΑΤΗΧΗΣΙΣ ΡΙΒ΄.
Περὶ τῆς τελευταίας ἡμέρας, καὶ ἐπιφανείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Στενή μου ἐστιν ἡ διάνοια, καὶ ὀλίγη ἡ γλῶσσα τοῦ λαλεῖν, πλὴν ὅτι κατεπείγομαι ἐξ ἀναγκαίου τοῦ διαλέγεσθαι ὑμῖν. Τί δὲ τὸ ἀναγκαῖον; Τὸ κρῖμα τῆς προστασίας, καὶ τὸ χρέως τῆς ἀγάπης ὑμῶν· τὸ μὲν ὅτι ὑφέξω λόγον τῷ θεῷ περὶ ὑμῶν ἐν ἡμέρᾳ κρίσεως, ἐφ᾽ ᾧ καὶ τρέμω ὁ ταπεινός· τὸ δὲ ὅτι ὁ ποιμὴν ὁ καλὸς, οὐ τί που μόνον λόγον, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Δεῦτε οὖν λοιπὸν, ἀδελφοὶ, διαθώμεθα διαθήκην σωτήριον περὶ τῆς τελευταίας ἡμέρας. Δεῦτε καταλλαγῶμεν τῷ θεῷ πρὸ τοῦ φθάσαι τὴν ἀκατάλλακτον ὥραν τοῦ θανάτου. Διότι, φησὶν, οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ἄδη τίς ἐξομολογήσεταί σοι;

Οὐχ ὁρῶμεν ἁρπαζομένους τοὺς ἀδελφοὺς ἡμῶν καθ᾽ ἑκάστην; Οὐχ ὁρῶμεν ὅτι ὡς πρόβατα ἐπὶ σφαγῆς ἐσμέν· σήμερον ὄντες καὶ αὔριον οὐκ ὄντες; Ἰδοὺ προσελήφθη καὶ ὁ ἀδελφὸς Λιβέριος, καί γε κατήνυξέ μου τὴν ταπεινὴν ψυχὴν ἡ κοίμησις αὐτοῦ. Εὑρέθη γὰρ, ὡς φασὶν, ἐξάπινα ἐν τῇ κέλλῃ τεθανατωμένος, πλαγίως κείμενος ἐν σχήματι ὑπνώττοντος· καὶ τοιοῦτο μὲν τὸ τούτου τέλος. Τί δὲ τὸ ἡμέτερον ἀποβήσεται, οὐκ ἴσμεν, ἢ ποῖον θάνατον δώσομεν οὐκ ἐπιστάμεθα. Ἆρα γὰρ ἐξαπίνης, ἢ προνενοσηκότες; Ἆρα ἐπὶ τῆς ξηρᾶς, ἢ ἐπὶ τῆς ὑγρᾶς; Ἆρα μεμονωμένοι ἢ συνημμένοι ἀδελφοῖς; Καὶ τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβολος αὐτοῦ ἐγένετο; ὥστε εἰδέναι καὶ ἡμέραν καὶ ὥραν, καὶ τρόπον καὶ τόπον τοῦ οἰκείου τέλους.

Φοβερὸν οὖν ὄντως, ὦ ἀδελφοὶ, τὸ ἀπόκριμα τοῦ θανάτου· καὶ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Διὰ τοῦτο παρακαλῶ, ἀεὶ ἐναγώνιοι ὦμεν, ἀεὶ προσεκτικοὶ, ἀεὶ πρακτικεύοντες τὰ θεῖα. Ἔπραξέ, φησιν ὁ δεῖνα ἐπὶ τῆσδε τῆς ἀρχῆς, καὶ ἕτερος ἐδυνάστευσεν· καὶ ἄλλος ἐπλούτησε, καὶ ἕτερος ἐβασίλευσεν· καὶ τί ταῦτα ὀνείρου δίκην παρερχόμενα; Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ἐν ταῖς χερσὶν αὐτῶν. Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἔπραξαν δὴ πρᾶξιν ἀρίστην οἱ τοῦ θεοῦ ἐκλεκτοὶ· εἴληφαν ἀξιώματα ἀναφαίρετα· καὶ τίνα ταῦτα; Οἱ μὲν ἀποστολικὰ, οἱ δὲ ὁσιακὰ, ἄλλοι κἂν ἔσχατα ἀλλὰ σωστικὰ· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, καὶ ὧν τὸ κλέος ἄσβεστον καὶ ἡ χαρὰ ἀνεκλάλητος.

Τούτους δὴ οὖν μιμησώμεθα, ἀδελφοὶ, καὶ ἕν γε πάντων τῶν ἀξιωμάτων ἑλώμεθα· ἄφθονος γὰρ ἡ χάρις, καὶ παντὸς τοῦ προαιρουμένου τὸ ἀγαθὸν, μικροῦ τε καὶ μεγάλου, σοφοῦ καὶ ἰδιώτου, γέροντος καὶ νεωτέρου· εἰ δὲ μή· οὐ προσήσεται ἡμᾶς εἰς τὸν οὐράνιον νυμφῶνα· ἀλλὰ κλείσει καθ᾽ ὑμῶν τὴν θύραν ὁ δεσπότης. Οὐαί, φησιν, τῷ ἀνθρώπῳ, δι᾽ οὗ ὁ υἱὸς ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ εὔδηλον ὅτι περὶ τοῦ προδότου ὁ λόγος· Οὐ μὴν ἀλλὰ καὶ περὶ παντὸς τοῦ προδιδόντος τὴν ἑαυτοῦ σωτηρίαν εἰκότως ῥηθήσεται.

Οὐκ ἐννοοῦμεν τὴν ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Οὐ λογιζόμεθα τὴν ἐλεεινὴν ἀπόφασιν ἣν ἐξοίσει ὁ ἀδέκαστος κριτὴς κατὰ πάντων τῶν ἐξ ἀριστερῶν ἰσταμένων; Οὐ λογιζόμεθα τὸ ἄσβεστον πῦρ καὶ τὰς αἰωνίους καὶ ἀνυποίστους βασάνους; Ὢ τίς συνήσει ταῦτα; Τίς νοήμων κυβερνήτης, ὃς κυβερνήσει ἑαυτὸν, καὶ διασώσει τὴν ψυχὴν αὐτοῦ ἀκαταπόντιστον ἐκ τῶν πνευμάτων τῆς πονηρίας;

Οὐκοῦν ἐπειδὴ ἡμεῖς τὸ γαληνὸν καὶ ἥρεμον καὶ ἡσύχιον βίον εἱλόμεθα χάριτι Χριστοῦ, ἔτι εὐπλοήσωμεν, ἀδελφοὶ· ἔτι οἴσωμεν εὐψύχως ἅπαντα, ἕκαστον ἡμῶν μέλος τῷ φόβῳ τοῦ θεοῦ κατασφαλιζόμενοι. Εἰργέσθω τοίνυν ὁ ὀφθαλμὸς μὴ περιέργως ὁρῶν, τὸ οὖς μὴ παραδεχέσθω ματαίαν ἀκοὴν· εἰργέσθω ἡ γλῶσσα καταλαλιᾶς, φησὶ γὰρ ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· ἡ χεὶρ ἐργαζέσθω κατὰ δύναμιν· ἐπείπερ ὁ ἀργὸς μήδ᾽ ἐσθίειν ἀποστολικῶς κέκριται· οἱ πόδες κατευθυνέσθωσαν εἰς ὁδὸν εἰρήνης· ἡ καρδία μὴ ἐκκλινάτω ἑαυτὴν εἰς λόγους πονηρίας, μηδὲ προφασιζέσθω προφάσεις ἐν ἁμαρτίαις· ἀλλ᾽ εὐσχημόνως καὶ κατὰ τάξιν πάντα γινέσθω, ἵνα καλῶς ἐν πᾶσι πολιτευόμενοι, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·