Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 113

ΚΑΤΗΧΗΣΙΣ ΡΙΓ΄.
Περὶ πίστεως καὶ ἀγάπης καὶ παρθενίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Δύο εἰσὶν τὰ σώζοντα τὸν ἄνθρωπον· πίστις καὶ ἀγάπη· καὶ εἰ μὲν περὶ τὴν πίστιν ἑώρων ὑμεῖς ἐσφαλουμένους, περὶ ταύτης ἂν κατεβαλλόμην τὸν λόγον, ἀγωνιζόμενος εἰς ὀρθόδοξον φρόνημα. Χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαι θεῷ· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἐστὶ, καθὼς γέγραπται, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Ἐπειδὴ δὲ χάριτι Χριστοῦ ἔῤῥωται ὑμῶν ᾗ πίστις, ἐν ἡ ἑστήκατε καὶ καυχᾶσθε ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ· φέρε αὐτὴν ἀφέντες περὶ τοῦ πρακτικοῦ βραχέα διαλεχθῶμεν.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, ὡς πάντοτε καὶ νῦν, ἀνολιγώρως ἔχειν περὶ τὴν ἄσκησιν, περὶ τὴν ἐπίστασιν τῶν λογισμῶν, περὶ τοῦ πολυτιμήτου χρήματος τῆς παρθενίας, ἥνπερ ἐλέει θεοῦ ἠσπασάμεθα· καὶ ἐφ᾽ ἧς πάσῃ σπουδῇ μηχανᾶται ὁ ἐχθρὸς συλῆσαι ἡμῶν τὴν σωτηρίαν. Οἶδε γὰρ ὅτι τούτῳ τῷ κατορθώματι ὁμοιούμεθα τῷ θεῷ· ὡς ἔμπαλιν τῇ τούτου ἀποπτώσει παραβαλλόμεθα τοῖς κτήνεσιν· ἐπεὶ γέγραπται· Ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιώθη αὐτοῖς. Ὢ πόσους ὑφείλετο ἐξ αἰῶνος ὁ ἀπατεὼν τῇ ἐπιθυμίᾳ τῆς σαρκός. Ἀλλὰ γὰρ καὶ ἔτι ἐνεργῶν ἐστι καὶ ἐξαπατῶν, οὐ μόνον νέους, ἀλλὰ καὶ γέροντας καὶ οὔ τί που μόνον ἀμελεστέρους, ἀλλὰ καὶ σπουδαιοτέρους· καὶ σχεδὸν κατὰ πάσης ψυχῆς τῷ ὅπλῳ τούτῳ κέχρηται. Ἄρχεται κατασκευάζειν τὸ φάρμακον, πρῶτον μὲν ἐκ τῆς παραδοχῆς τῶν ἐκτόπων λογισμῶν· εἶτα ἀναφλέξας τὴν καρδίαν ἐν ἐπιθυμίαις σαρκὸς καὶ αἵματος, ἐκκαλεῖται αὐτὴν εἰπεῖν τι τῶν ἀπηγορευμένων· εἶτα παῤῥησιασθῆναι ἐφάψασθαι μέλους, ἢ οἰκείου ἢ ἀλλοτρίου· εἰθ᾽ οὕτως συντελεῖ τὸν θάνατον. Καὶ γὰρ ἡ ἐπιθυμία, φησι, συλλαβοῦσα τίκτει τὴν ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ τὸν θάνατον.

Φύγωμεν οὖν θάνατον αἰώνιον, ἀδελφοὶ, Φύγωμεν νόσον παγχάλεπον ψυχῆς. Καί μοι δοκεῖ τὸ πάθος τοῦτο τῇ ψώρᾳ ἐοικέναι. Καθάπερ οὖν ὁ ψωριὼν ὁ κνηθόμενος δοκεῖ μὲν ἡδέσθαι, ἥδεται δὲ, ἀλλ᾽ ὀδυνᾶται τ᾽ ἀληθὲς· καὶ τοσοῦτον μᾶλλον ὅσον προστίθησι τοῦ κνήθεσθαι· οὕτως καὶ ὁ ἁλοὺς τῷ τῆς ἐπιθυμίας πάθει οὐ καρποῦται ἡδονὴν, ἀλλ᾽ ὀδύνην· οὐδὲ ἄνεσιν, ἀλλὰ περίστασιν· οὐδὲ εὐθυμίαν, ἀλλὰ ἀθυμίαν. Ἐλεεινὸς ὁ τοιοῦτος, δυσελπὶς, ἔμφοβος, ὑποπτήσσων καὶ τὰς σκιὰς, καὶ οὔπω λέγω τὸ μέλλον κριτήριον.

Τίς οὖν ἡ φυγὴ τοῦ κακοῦ, ἡ πρὸς τὰς προσβολὰς ἀντίστασις ἐπίμονος; Ἡνίκα τοίνυν ἐπέλθοι τὸ πάθος· ἐπέρχεται γὰρ καὶ οὐ θαυμαστὸν εἴ τε ἀμελείᾳ τοῦ νοῦ μὴ ἔχοντος ἀγαθὴν θεωρίαν, εἴτε φθόνου τοῦ ἐχθροῦ, θᾶττον διανάστηθι ὁπλισθεὶς προσεῦξαι· στέναξον, δάκρυσον· κἀκεῖνο μὲν οἴχεται θᾶττον, αὐτὸς δὲ ἔσῃ ἀναπαυόμενος ἐν κυρίῳ. Οὐδὲν γὰρ οὕτως ἡδὺ τῇ ψυχῇ ὡς τὸ ἀνενόχλητον καὶ ἀδούλωτον πάθεσιν. Οὐκ ἀκούομεν τοῦ κυρίου λέγοντος; Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ὁ δὲ δοῦλός ἐστιν τῆς ἁμαρτίας, καὶ εἰς υἱοθεσίαν ἀναβεβηκότες ὑποδουλώσωμεν ἑαυτοὺς πάλιν τῇ ἁμαρτίᾳ; Ὑπὸ κραταιὰν χεῖρα τοῦ θεοῦ γεγονότες τῷ διαβόλῳ γενοίμεθα ὑπόσπονδοι; Μὴ γένοιτο; Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, φησί που ὁ ἀπόστολος, παραβάτην ἐμαυτὸν συνίστημι.

Μὴ τοίνυν παραβάται γενοίμεθα, ἀδελφοὶ, τῶν θείων συνθηκῶν· μὴ δ᾽ ὑπόδουλοι τῷ διαβόλῳ ὑπάρξωμεν ἅπαξ ἐλευθερωθέντες· μηδὲ θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας θεοῦ. Γέγραπται γὰρ περὶ τῶν τοιούτων, ὅτι τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Ἀλλὰ τῇ ἐλευθερίᾳ, ᾗ ὁ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκωμεν βδελυσσόμενοι τὰς βδελυρὰς φαντασίας τοῦ δράκοντος· καθ᾽ ἡμέραν ἀντιτασσόμενοι καὶ ἀντικαθιστάμενοι, οὐ μόνον τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν καταπατοῦντες τὴν πονηρίαν, μισαδελφίαν, πᾶσαν ἄλλην κακίαν, ἵνα φύγωμεν τῶν αἰωνίων βασάνων, καὶ ἐπιτύχωμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·