Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 114
ΚΑΤΗΧΗΣΙΣ ΡΙΔ΄.
Περὶ τῆς μοναδικῆς πολιτείας, καὶ ἀντιπαρατάξεως ἐπὶ τῆς ἤδη ἐνισταμένης αἱρέσεως.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Οὐ παύσομαι τούτῳ τῷ καλῷ ὀνόματι τῆς ἀδελφότητος καὶ πατρότητος προσαγορεύειν ὑμᾶς, εἰδὼς ὅτι ἀληθὴς ὑμῖν ἡ κλῆσις, καὶ ἀψευδὴς ἡ προσηγορία. Ὄντως γὰρ Ἀδελφοὶ ἀληθινοὶ καὶ Πατέρες οὗτοί εἰσιν, οἴτινες ὑπὲρ γονεῖς, ὑπὲρ ἀδελφοὺς, ὑπὲρ γένος, ὑπὲρ πατρίδα, ὑπὲρ πάντα τὰ ὁρώμενα ἠγάπησαν Θεὸν, τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδεξάμενοι· ὧν καρδία καὶ ψυχὴ μία· καὶ ὧν πατὴρ ὁ Θεὸς, καὶ πατρὶς ἡ ἄνω Ἰερουσαλήμ. Τοιοῦτοι οὖν καὶ ὑμεῖς, ἀδελφοὶ ἠγαπημένοι ἀπὸ Κυρίου· καὶ ἵνα ἀπὸ τῆς γραφῆς ὑμᾶς καλέσω· Γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, λαὸς εἰς περιποίησιν· ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Θαυμαστὸν ὅτι μάλιστα φῶς ἡ μοναδικὴ πολιτεία, εἰς ἣν ἐκλήθημεν, καὶ ἐν ᾗ ἐξαγγέλλομεν τὰς ἀνέσεις τοῦ καλύψαντος ἀρετῇ τοὺς οὐρανούς. Ἐνταῦθα οὖν ἐστι φρόνησις, σωφροσύνη, ἀνδρεία, καὶ δικαιοσύνη· ἐνταῦθα τὰ κατὰ τοῦ πονηροῦ τρόπαια, καὶ ἡ ἐν Χριστῷ νίκη. Εἴγε τὰ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, κατὰ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Εἰ δὲ καὶ πρὸς τοὺς ὁρωμένους ἐχθρούς ἐστιν ἀπιδεῖν, ἐννοήσωμεν τοὺς ἀπ᾽ αἰῶνος διωγμοὺς, ὅσοι καὶ ἡλίκοι κατέλαβον τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ τίνων τὸ πτύεσθαι καὶ ἀποκτείνεσθαι· ἀλλ᾽ οὐ τῶν ἐσταυρωμένων τῷ κόσμῳ; Καὶ ἵνα τὰ πάλαι παρήσω, ἐπὶ τῆς παρούσης γενεᾶς καὶ ἐπὶ τῆς ἤδη ἐνισταμένης αἱρέσεως ὁ λόγος· τίνες μέχρις αἴματος ἀντεκατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι; Οὐχὶ οἱ μακάριοι πατέρες καὶ ἀδελφοὶ ἡμῶν, οἱ τῆς καθ᾽ ἡμᾶς μονῆς, καὶ οἱ τῶν ἄλλων; Μοναχῶν οὖν ἀληθῶς τὰ τοιαῦτα κατορθώματα καὶ ἀθλήματα καὶ μοναχοὶ τὰ νεῦρα καὶ ἑδραιώματα τῆς ἐκκλησίας· καὶ τοιοῦτον καὶ τηλικοῦτον τὸ ἀξίωμα, ὅπερ κεχάρισται ὑμῖν ὑπὸ ἀγαθότητος τοῦ Θεοῦ· ἀλλ᾽ ἐπειδὴ, ὅπου οἱ θησαυροὶ ἐκεῖ καὶ οἱ κλέπται παρεδρεύουσιν· θησαυροὶ δὲ ψυχῆς αἱ ἀρεταὶ, παρακαλῶ καὶ ὑπομιμνήσκω, γρηγορῶμεν, νήφωμεν, ἀσυλαγώγητοι διαμένειν, μήτε ὑπὸ ἡδονῆς κατασυρόμενοι, μήτε ὑπὸ θυμοῦ ἐξαγριαινόμενοι, μήτε ὑπὸ ἀπιστίας σκοτιζόμενοι, μήτε ὑπὸ ἀνεξαγορευσίας περιστατούμενοι, μήτε ὑπό τινος ἄλλου πάθους κατακυριευόμενοι· ἀλλὰ ἀνώτεροι τῶν ὀλεθρίων παθῶν ὄντες, ἴωμεν προθυμίᾳ πρὸς τὰ ἑξῆς, μέχρις ἂν καταντήσωμεν εἰς τὸ πέρας τοῦ βίου.
Τάχα λυπεῖ ἡμᾶς ἡ ἀκοὴ τοῦ τὰ μοναστήρια ἡμῶν ὑπὸ τῶν τοῦ Κυρίου ἐχθρῶν διαφθείρεσθαι· ἀλλ᾽ οὐδεμία λύπη τοῦτο· μοναστήριον γὰρ καὶ ναὸς θεοῦ ἡμεῖς ἐσμὲν, πρὸς οὓς καὶ λέλεκται. Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ ἄλλως· ὅτι πολλάκις ἔφθασαν διαφθαρῆναι ὑπὸ τῶν διωξάντων ἡμᾶς, καὶ πάλιν τῇ τοῦ Θεοῦ προμηθείᾳ, εἰς τὸ ἀρχαῖον ἐπανέδραμον. Τάχα καὶ τοῦτο σαλεύει ἡμᾶς, ὅτι μὴ κατὰ πολλοὺς τῶν δεδιωγμένων κατέχομεν τὰ μοναστήρια, ἀνοικοδομοῦντες καὶ φυτεύοντες· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ σαλεύεσθαι· ὅτι καὶ ὑπὲρ ἐκείνων λίαν αἰσχύνομαι. Εἰ γὰρ ὑπὲρ τῆς καταστροφῆς τῆς πίστεως ὁ διωγμὸς καὶ ὁ σύμπας ἀγὼν, ταύτης μὴ ἐπανορθωθείσης, ἀλλ᾽ ἔτι βλασφημουμένου τοῦ ὀνόματος τοῦ Θεοῦ, τῶν τε ἁγίων Πατέρων ἡμῶν ἀναθεματιζομένων, ἔστιν ἄρα τίς ὠφέλεια τῆς ἐπικρατήσεως, καὶ οὐχὶ μᾶλλον βλάβη ὁμολογουμένη, καὶ προδοσία τῆς ἀληθείας; Τίς ἐξ ἡμισείας δραμὼν ἦρεν ἔπαθλον, ὁπότε οὐ τελείως δραμῶ μόνον, ἀλλὰ καὶ νομίμως, διηγόρευται; Φησὶ γὰρ· Καὶ οὐδεὶς στεφανοῦται, εἰ μὴ νομίμως ἀθλήσῃ.
Οὐκοῦν ἀφέμενοι τοὺς τοιούτους διαλογισμοὺς, εἴπερ καὶ πάρεισι, καὶ πόῤῥω τὰ λοξὰ παραδείγματα ἀποπεμπόμενοι, ἑνὸς ἐχώμεθα μόνον, τῆς διπλῆς ἡμῶν ὁμολογίας τῆς τε κατὰ πίστιν καὶ κατὰ λόγον, πεποιθότες τῇ ὑποσχέσει τοῦ ἀψευδοῦς λέγοντος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἧς γένοιτο ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.