Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 115
ΚΑΤΗΧΗΣΙΣ ΡΙΕ΄.
Περὶ μνήμης θανάτου, καὶ περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Ἰακώβου, καὶ περὶ τῆς μετανοίας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἔως πότε ἐγὼ μὲν ὁ ταπεινὸς ἔσομαι ὑμῖν διαλεγόμενος; ἕως πότε ὑμεῖς οἱ τίμιοι καὶ ἠγαπημένοι, ἀκούσητέ μου τῆς πενιχρᾶς φωνῆς ὑπομνηματιζούσης ὑμῖν τὰ ὀφειλόμενα; Οὐχὶ καὶ νῦν δύο τῶν ἀδελφῶν ἡμῶν ὅ τε Ἰάκωβος καὶ ὁ Βασσιανὸς, ὁ μὲν ἐνεδήμησε πρὸς κύριον, ὁ δὲ ἐν αὐταῖς ἤδη ταῖς πύλαις τοῦ θανάτου περίσταται; Μήτε καὶ ἡμεῖς ἀθάνατοι ἐσόμεθα; Οὐχὶ τὸ αὐτὸ τὸ ποτήριον πίομεν, ὅπερ ἔπιον οἱ προεκδημήσαντες; Μακάριος οὖν λοιπὸν ὃς εἰς αὐτὸ τοῦτο ἀδολεσχεῖ· μελέτην θανάτου τὸν ἑαυτοῦ βίον ποιούμενος. Δῆλον γὰρ ὅτι ὅπου μελέτη θανάτου, ἐκεῖ συναίσθησις, κατάνυξις, δάκρυα, γλυκασμὸς, φωτισμὸς, ἐπιθυμία τῶν κρειττόνων τε καὶ ὑπερκοσμίων. Οὗ δὲ ταῦτα μὴ πάρεστι, ἐκεῖ ἀναγγέλλουσι διαλογισμοὶ πονηροὶ, οὓς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ διηγόρευεν· ἀφ᾽ ὧν ἀναλισκόμενοι καὶ πλανῶνται οἱ φιλόζωοι.
Ἡμῖν δὲ, ἀδελφοὶ, μνημονευτέον ἀεὶ καὶ διαπαντὸς τὸ τοῦ θανάτου, καὶ σπουδαστέον εἰς τὸ μηκέτι ἀτόποις ἐπιθυμίαις, ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τοῦ βίου εἰς τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν κατεργάσασθαι. Ἀρκετὴ ἡ παρὰ τοῦ διαβόλου ἐπιτηδευομένη ἀπάτη ὑποκλέπτοντος ἡμᾶς ἀπὸ τῆς ἀγαθῆς ἐφέσεως καὶ συγχέοντος ἐν τοῖς πονηροῖς ἐπιθυμήμασι· ἐφ᾽ οἷς οὐδέποτε ὠφελήθημεν καὶ ἐταπεινώθημεν. Νῦν οὖν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ἡμῶν, βοᾷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ γὰρ εἶδε τὴν πρὸς ἁμαρτίαν εὐόλισθον ἡμῶν φύσιν, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας τὸ στάσιμον ἔχουσα, φιλανθρώπως τὸ νῦν καὶ τὸ σήμερον ὡρίσατο· ὡς ἂν μὴ ἐξεῖναί τινι ἀναδύεσθαι πρὸς τὴν μετάνοιαν. Ἀλλ᾽ εἴ τε πολλάκις ἡμαρτηκὼς εἴη, εἴ τε ἐλάχιστα, εἴ τε ἔκπαλαι, εἴ τε νεωστὶ ἀκούων τοῦ σωτηρίου κηρύγματος ἀνανεοῖ ἑαυτὸν καθ᾽ ἑκάστην προθύμως, καὶ ἀνακαινίζεται.
Ἴδε ὅση φιλανθρωπία τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ· ταχεῖαν ἡμῖν καὶ εὔκολον τὴν ἰατρείαν τῆς ἁμαρτίας παρεχομένου. Θεραπεύονται μὲν οὖν καὶ οἱ κατὰ σάρκα τιτρωσκόμενοι· ἀλλὰ χρονοτριβοῦσιν πρὸς τὴν ἴασιν εἰς τὸ αὖθις ἀντικαθίστασθαι τοῖς πολεμίοις· ἡμῖν ὁμοῦ μὲν ἡ τρῶσις, ὁμοῦ δὲ καὶ ἡ ἴασις· εἴπερ βουλοίμεθα εἰς τὸ εὐθὺς τροποῦσθαι τοὺς ἐχθροὺς ἡμῶν. Μὴ τοίνυν λοιπὸν ἐλλείψωμεν καθ᾽ ἑκάστην μετανοεῖν καὶ ἀνακαινοῦσθαι τῷ πνεύματι, μηδὲ ἀφορμὴ ῥαθυμίας γένηται ἡ ἐπισυμβαίνουσα ἥττα κατά τε νοῦν κατά τε λόγον καὶ πρᾶξιν· ἀλλ᾽ ὁσάκις ἂν ἡττηθῶμεν, τοσαυτάκις ἀνακληθῶμεν ἀπὸ τῶν κριμάτων τὸν θεὸν φοβούμενοι, καὶ πάσῃ δυνάμει τὰ πάθη σκυλευόμενοι. Μωσῆς οὖν ὁ θεράπων τοῦ θεοῦ ἡνίκα ἐπὶ τοῦ ὄρους ἐφήπλου τὰς χεῖρας ἐτροποῦτο τὸν Ἀμαλὴκ· ὁπότε δὲ ὑπέστελλεν, ἐνεσχύετο ἐκεῖνος. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ᾽ ἡμῖν, ἡνίκα ὁ νοῦς ὑπὸ παθῶν διωκώμενος ἐπὶ τὸ ὄρος τῆς προσευχῆς γένηται, ἐκταθεὶς, οἷα δὴ χερσὶ διαλογισμοῖς πρὸς θεὸν, τροποῦται τὸν ἄωρον Ἀμαλὴκ· ὁπόταν δὲ ὑφῆται, καταδυναστεύεται.
Τί δεῖ οὖν δρᾶσαι; Τί ἄλλο γε ἢ τὸ ἐν τῇ ἐπιστασίᾳ τῶν ἐναντίων καὶ νοῦν καὶ χεῖρας ἐκτείνειν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου θεὸν· κἀντεῦθεν οἰχήσονται οἱ πολέμιοι, ἡμεῖς δὲ κλέος νίκης στεψώμεθα, καὶ βασιλείας τῶν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.