Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 116
ΚΑΤΗΧΗΣΙΣ ΡΙϛ΄.
Περὶ τῶν ἀνὰ χεῖρα ὁρατῶν πειρασμῶν τε καὶ θλίψεων, καὶ ἐπιτεύξεως τῆς μακαρίας ζωῆς.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὅτι ἐλήλυθε πρὸ βραχέως ὁ πνευματικὸς ἡμῶν ἀδελφὸς κύριος Εὐστράτιος ἐνταῦθα, οὐκ ἔξω λογισμῶν ὑμᾶς πείθομαι εἶναι φιλοπευστοῦντας τὴν αἰτίαν τῆς ἀφίξεως αὐτοῦ; Καὶ οὐ θαυμαστόν. Πρόκειται γὰρ ὑπόθεσις ἡ ἀναγκάζουσα τοὺς τοιούτους διαλογισμοὺς ἀναβαίνειν ἐν ὑμῖν· ἀλλὰ σύγγνωτε οὐ πᾶσι πάντοτε ἐκκαλυπτέον τὰ συμβαίνοντα· ἢ μόνον τοῖς προχέουσι τῶν ἀδελφῶν. Καὶ τοῦτο διδασκόμεθα ὑπὸ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν πᾶσι τοῖς ἁγίοις αὐτοῦ ἐκκαλύπτοντος τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ποτὲ δὲ παραλαμβάνοντος Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ τούτοις μόνοις φανεροῦντος τὰ τελούμενα. Ὅμως ἵνα ἀπὸ μέρους καὶ ὑμεῖς μάθητε διὰ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἡ ἄφιξις. Ἐπαγγέλλεται γὰρ ὡς ἀπὸ τῶν εἰδότων καὶ συνόδου καιρὸς καὶ τῆς πίστεως ἐπανόρθωσις, καὶ τῶν δεδιωγμένων ἀποκατάστασις. Ἡμεῖς δὲ πρὸς ταῦτα σὺν πολλῇ προσοχῇ ἀπεκρίθημεν τὰ εἰκότα, μηδὲν ὑποστειλάμενοι χάριτι θεοῦ τῶν ὀφειλούντων λαληθῆναι· ὅθεν καὶ στοχαζόμεθα, ὅτι πάλιν πειρασμοὶ καὶ θλίψεις ἡμᾶς μένουσι· ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι, φησὶν ὁ μακάριος Ἀπόστολος, καλὸν γὰρ τῶν αὐτοῦ ῥημάτων ἐπιμνησθῆναι· οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ ὡς τὸ τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος θεοῦ.
Οὐκοῦν καὶ ἡμεῖς, ἀδελφοὶ, κατὰ τὸ δεδομένον ἡμῖν μέτρον τῆς πίστεως τὸ αὐτὸ φρονῶμεν καὶ λέγωμεν χαίροντες ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις καὶ προθυμούμενοι ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι, καὶ μὴ ὅτι πολλάκις δεδιώγμεθα τὸ πάλιν διωχθῆναι ἀπαναινόμενοι· ἀλλ᾽ ἔτι ἀκούομεν διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἑλώμεθα πολλὰ παθεῖν καὶ πολλὰ ἐποῖσοι ὥστε τῆς μακαρίας ἐκείνης εἰσόδου ἐπιτεύξασθαι. Ἴσως μὲν οὖν οὐδὲ γενήσεταί τι τῶν ἀπευκτῶν ἐλέει θεοῦ πρὶν ὅ τε καλὸν πρὸ τῆς ἀγωνίας διατίθεσθαι, ἵνα ἐν καιρῷ τοῦ ἀγῶνος ἀξιολόγως ὑπαντήσωμεν. Ψυχὴ γὰρ ἀπαρασκεύαστος εὐκαταγώνιστος μὴ εὐτρεπομένη ἑαυτὴν· ἀλλ᾽ ἀθρόως προσβαλοῦσα τοῖς ἀγῶσι.
Τί δὲ λέγω πρὸς ἀγωνίαν; Καθ᾽ ἑκάστην ἀγὼν, καθ᾽ ἑκάστην πόλεμος, οὐχ ὁρώμενος, ἀλλ᾽ ἀόρατος, οὐδὲ σῶμα, ἀλλὰ ψυχὴν τιτρώσκων καὶ ἀπολλύων. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ἡμῶν, καὶ τὰ ὅπλα τῆς δικαιοσύνης ὡς καλοὶ στρατιῶται Χριστοῦ περιτιθέμενοι πολεμῶμεν προθύμως καὶ ἀνυστάκτως. Οὐδεὶς καθεύδων τρόπαιον ἀνίστησιν, οὐδὲ ἀναπεπτωκὼς θερισμὸν συνέλεξεν· ἀλλ᾽ ἐπ᾽ ἀμφοτέροις πολὺς ὁ ἱδρὼς καὶ κόπος. Εἰ δὲ ἐκεῖ οὕτως, πόσῳ μᾶλλον ἐν τῷ καθ᾽ ἡμᾶς πολέμῳ· οὗ τὰ βέλη ὡς βολίδες ἀστραπῆς ἐπερχόμεναι· ἐντεῦθεν μὲν ἐπιθυμία πονηρὰ πολιορκοῦσα· ἐκεῖθεν δοξομανία· ἄλλοθεν βασκανία· ἑτέρωθεν βλασφημία καὶ πολλαὶ αἱ μεθοδείαι τοῦ διαβόλου πειρωμένου πάντοθεν κατασίειν τὴν ψυχὴν, καὶ οἷον ἐπιέναι καταπιεῖν αὐτὴν, ὡς ἐξαπορεῖσθαι ἡμᾶς καὶ τοῦ ζῇν, καὶ ἕκαστον λέγειν· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρώκησε τῷ ἄδη ἡ ψυχή μου. Ἀλλ᾽ ὅμως ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Καί γε ἐν τῷ θεῷ ποιήσωμεν δύναμιν, δαυϊτικῶς εἰπεῖν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Αὐτὸς γάρ ἐστι ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τοῦτ᾽ ἐστι τὸν διάβολον νικήσας καὶ καταπατήσας, κἀντεῦθεν τὸ νικᾶν καὶ ἡμῖν παρασχόμενος, καὶ τῆς νίκης ἔπαθλον, βασιλείαν οὐρανῶν ὑπισχνούμενος. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.