Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 117
ΚΑΤΗΧΗΣΙΣ ΡΙΖ΄.
Περὶ τῆς καταπτώσεως τοῦ ἀδελφοῦ Μέμνωνος· καὶ παραγγελία περὶ τοῦ μὴ μόνους εἶναι, ὡς ἂν φύγοιμεν τὰ διὰ τῶν αἰσθήσεων ἐγγινόμενα ἡμῖν φθοροποιὰ πάθη.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πάντοθεν ἐπιθυμῶ περιποιεῖσθαι ὑμῖν λόγον παρακλήσεως ἐντεῦθεν καὶ ἐντεῦθεν ἀφορμὰς ἐρανιζόμενος· νῦν δὲ ἐπειδὴ ἀκήκοα ἐν τῇ Βιθυνίᾳ γεγονέναι τι τῶν ἀπροσδοκήτων, ἐντεῦθεν ἄρξομαι ποιῆσαι τὸν λόγον. Τί οὖν τὸ συμβεβηκός; Φασὶν ὅτι πάρδαλις οὐ μία, ἀλλὰ καὶ δύο καὶ τρεῖς ἐπιφανεῖσαι ἐξάπινα λυμαίνονται, οὐ βόας, οὔτε πρόβατα οὔτε τι τῶν ἑτέρων ζώων, ἀλλ᾽ ἢ μόνον ἀνθρώπους, ὥστε τοὺς οἰκήτορας φοβηθῆναι φόβον ἕως ἂν ἐπιφαύσῃ ἡ ἡμέρα· καὶ τὸ μὲν πρᾶγμα ἔνδειξίς ἐστιν τῆς ὀργῆς τοῦ θεοῦ. Ἐμοὶ δὲ οὗ τινος χάριν ὁ λόγος εἴληπται ἐρῶ; Ὅτι καὶ ἐν ἡμῖν θῆρες πολλοὶ καὶ θῆρες ἄγριοι, τὰ πνεύματα, φημὶ, τῆς πονηρίας· θηρίον πονηρὸν ὁ θυμός· θηρίον πονηρὸν ἡ ἐπιθυμία, θηρίον πονηρὸν ἡ βασκανία, θηρίον πονηρὸν ἡ κενοδοξία καὶ ὅσα ἄλλα τῆς κακίας πάθη, ἅπερ οὐ νύκτωρ, ἀλλὰ καὶ μεθ᾽ ἡμέραν παῤῥησιάζεται καὶ ἐφορμᾷ λαβεῖν κατάβρωμα ψυχήν. Ὅθεν ὁ μακάριος ἀπόστολος Πέτρος διακελεύεται λέγων· Ὡσεὶ λέων ὠρυόμενος ζητεῖ ὁ διάβολός τινα καταπιεῖν. Καὶ Δαυῒδ. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου· μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.
Τί οὖν ἐστιν ἐν τούτοις πρᾶξαι; Τί ἄλλο, ἢ ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλίζεσθαι, καὶ εἴσω τῆς τῶν αἰσθήσεων περιπλανήσεως ἑαυτοὺς ἐπέχειν. Ἐπεὶ ἐὰν ὁ ὀφθαλμὸς ἀπομετεωρίζηται, καὶ τὸ οὖς εἰσδέχηται φθοροποιοὺς ἀκοὰς, καὶ στόμα φθέγγηται, ἃ μὴ θέμις, καὶ ὁ νοῦς ἐμβατεύῃ εἰς ἔκτοπα, οἱονεὶ ἡ ψυχὴ προέρχεται εἰς τόπους ἐρήμους, εἰς οὓς οὐκ ἐπισκοπεῖ κύριος, καὶ γίνεται ἐντεῦθεν θηριάλωτος; Τοῦτο νῦν πέπονθε καὶ ὁ ἐλεεινὸς Μέμνων, θήραμα τῷ διαβόλῳ γενόμενος· οὗπερ οὐ τὴν ἐσθῆτα ᾁμαγμένην ὁρῶ, ὡς πάλαι ὁ πατριάρχης Ἰακὼβ τοῦ ἰδίου υἱοῦ· Ἰωσὴφ ἀλλ᾽ αὐτὴν τὴν ψυχὴν τῷ ξίφει τῆς ἁμαρτίας θανατωμένην· ἁμαρτία γάρ ἐστιν ἡ τοῦ θανάτου μήτηρ. Ἁμαρτία τὸν προπάτορα ἡμῶν Ἀδὰμ ἀθάνατον ὄντα κατὰ χάριν θνητὸν ἀπειργάσατο· ἁμαρτία πανωλεθρίαν δι᾽ ὕδατος ἐπήγαγε τῷ κόσμῳ· ἁμαρτία ἐνέπρησε Σώδομα καὶ Γώμοῤῥα καὶ τὰς περὶ αὐτὰς πόλεις· ἁμαρτία καὶ νῦν ἕκαστον τὸν συλλαμβάνοντα αὐτὴν παραδίδωσι θανάτῳ αἰωνίῳ.
Ἣν φύγωμεν, ὦ ἀδελφοὶ, ὡς ἀπὸ πυρός· Ὡς ὄφελόν γε πυρὶ, καὶ σιδήρῳ, καὶ θηρίοις, ἢ τοῖς ὀλεθρίοις πάθεσιν ὑποπεσεῖν. Πόθεν δὲ πέπτωκεν ὁ ταπεινὸς ἐκεῖνος; πόθεν ἄλλοθεν ἢ ἐκ τοῦ εἶναι αὐτὸν μεμονωμένον; Οὐ γὰρ ἂν ψεύσαιτο ἡ ἀλήθεια τὸ οὐαὶ αὐτῷ ἐπιφθεγγομένη· καὶ ὅτι ἂν πέση οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Ὅπερ ἐγὼ δεδοικὼς ὁ ταπεινὸς οὐκ ἐπαυσάμην διαγγέλλειν κἀκείνῳ καὶ τοῖς λοιποῖς, ὃ καὶ νῦν εἰμὶ διαγγέλλων· μή τις εἴη μεμονωμένος, μή τις φιλοπρόοδος· μή τις ὦδε κακεῖσε ἀργῶς περιερχόμενος· μή τις συναυλιζόμενος γυναιξὶ, ἐξ οὗ πῦρ ἀνάπτεται· καὶ ὁ μὲν υἱὸς τῆς ὑπακοῆς εἴκει καὶ πείθεται καὶ σώζεται ἐν κυρίῳ. Ὁ δὲ υἱὸς τῆς ἀπειθείας ζωγρούμενος ὑπὸ τοῦ διαβόλου παραδίδοται θανάτῳ. Οὗ εἰ καὶ ἀθῶον ἐμαυτὸν συνίστημι τοῦ αἵματος διὰ τὸ μὴ ὑποσιωπῆσαι· ἀλλὰ προαναγγεῖλαι τὴν ἐρχομένην ἐπ᾽ αὐτῷ ῥομφαίαν· ὅμως θρηνῶ καὶ ὡς οἰκείῳ μέλει ἐπιστυγνάζω.
Ἔχω δέ τι καὶ πρὸς ὑμᾶς τοὺς ἠγαπημένους ἐγκλητικῶς φᾶναι. Τί τοῦτο; Ἐν ταῖς τῶν ἁγίων ἀποστόλων πράξεσι γέγραπται, ὅτι ἐγένετο ὡς τριῶν ὡρῶν διάστημα ἀφ᾽ οὗ τέθνηκεν Ἀνανίας καὶ οὐκ ἔγνω Σαμφεῖρα ἡ γυνὴ αὐτοῦ τὸ γεγονός. Καὶ τοιούτου δράματος ἀναφανδὸν γενομένου, καὶ πλήθους πολλοῦ παρόντος· ἀλλ᾽ ὅτι ἀσφάλεια ἦν ἐκεῖ εὐταξία τε καὶ φόβος θεοῦ· ὦδε δὲ ἐπειδὴ πρὸ ὀλίγων ἡμερῶν ἐλάλησα ὑμῖν μυστηρίων τι, εὐθὺς διεφημίσθη ὁ λόγος, ἔνθεν μὲν ἕως Κωνσταντινουπόλεως, ἐκεῖθεν δὲ ἕως Προύσης, καὶ στενά μοι ἑκατέρωθεν καὶ λαλοῦντι καὶ μὴ λαλοῦντι. Λαλοῦντι μὲν ὅτι ἔκφορα γίνονται, ἃ οὐ δεῖ ἐκφερομυθεῖσθαι· μὴ λαλοῦντι δὲ ὅτι οὐκ ἔχω πῶς εὖ πρᾶξαι μὴ συμβούλοις χρώμενος.
Καὶ ἵνα τί ἀφορεύομεν, ἀδελφοί; Καὶ ἵνα τί ἀκρατεῖς ἐσμὲν γλώσσης; Καὶ ἵνα τί πρὸ καιροῦ ἐπιῤῥίπτωμεν κινδύνοις; Οὐ γνησίων τοῦτο μαθητῶν, ἀλλ᾽ ἀντιθετῶν. Μὴ, παρακαλῶ, μὴ οὕτως ἀσχημονῶμεν· ἀλλὰ πρὸς τὰ ἑξῆς εἴη καὶ ἀσφάλεια καὶ εὐταξία καὶ φόβος θεοῦ καὶ κανὼν ἐπὶ πᾶσιν, ἵνα κατὰ τὸ θέλημα τοῦ θεοῦ ζήσαντες, καὶ εὐαρεστήσαντες αὐτῷ, κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.