Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 118

ΚΑΤΗΧΗΣΙΣ ΡΙΗ΄.
Περὶ τῆς ἀσφαλείας τῆς ἀκλινοῦς ὁμολογίας καὶ ὑποταγῆς ἡμῶν, καὶ εὐτόνου προσοχῆς καὶ διεγέρσεως τῶν διακονιῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἄλλοι μὲν ἄλλοις χαίρουσι καὶ καλλωπίζονται διηγήμασιν· τουτέστιν στρατιῶται τοῖς περὶ πολέμων· πλωτῆρες τοῖς περὶ θαλάσσης· γεωργοὶ τοῖς περὶ γεωπονίαις· οἱ τὰς ἄλλας τέχνας καὶ ἐπιστήμας μετιόντες περὶ τῶν ταύταις ἐπιβαλλόντων, καὶ ἁπλῶς, οὐκ ἔστιν οὐδεὶς ὃς οὐχ ἥδεται τοῖς ἰδίοις ἐπαγγέλμασι. Ἡμῖν δὲ τὸ χαριὲν τῆς διηγήσεως οὐκ ἐν τούτοις, ὅτι μὴ δὲ σαρκικὰ τὰ ἡμέτερα, ἀλλὰ περὶ σωτηρίας ψυχῆς, περὶ εὐαρεστήσεως θεοῦ, περὶ τῆς ἐντεῦθεν μεταναστάσεως, περὶ τῆς ἐκεῖσε ἀποκαταστάσεως, καὶ καθώς φησιν ὁ Ἀπόστολος· Ὅσα ἔστιν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· ταῦτά ἐστιν ἡμῖν εἰς διάλεξιν, καὶ ταῦτα εἰς περιποίησιν.

Οὗ τί ἂν γένοιτο χαριέστερόν τε ἅμα καὶ μακαριώτερον; Καὶ τοῦτο ἴδοι τις ἂν ἐκ τοῦ τέλους ἑκατέρων· τὸ μὲν γὰρ ὁμοῦ ἡ ἀρχὴ καὶ τὸ τέλος τῷ παρόντι αἰῶνι συγκαταλύεσθαι πέφυκεν· Ποῦ γὰρ σοφός; ποῦ γραμματεύς; ποῦ συζητὴς αἰῶνος τούτου; τίς ἐνευδοκιμήσας τοῖς ἀνθρωπίνοις καθήκουσιν ἐπέμεινε τῷ βίῳ; Ἀλλ᾽ οὐκ ἀπώλετο μετ᾽ ἤχου τὸ μνημόσυνον ἁπάντων; Ἡμῶν δὲ καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος ἀκατάλυτόν τε καὶ αἰώνιον. Ἀρετὴ γάρ ἐστιν ἡ τις τοὺς μεταποιουμένους αὐτῆς θεοὺς οἶδεν ἀπεργάζεσθαι. Εἴπερ ἀληθὴς ὁ λέγων· Ἐγὼ εἶπα θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες. Ὦ τῆς μεγαλοδωρεᾶς ἦς ἠξιώθημεν! Ὦ τοῦ ἐλέους, οὗ τετυχήκαμεν. Οὐκοῦν ἀγαλλιασώμεθα τῷ θεῷ τῷ σωτῆρι ἡμῶν· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, ὅτι εἴλετο ἡμᾶς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας· εἰς ὃ ἐκάλεσεν ἡμᾶς διὰ τοῦ σχήματος ἡμῶν εἰς περιποίησιν τῆς δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἄρα οὖν, ἀδελφοὶ, στήκωμεν ἐν τῇ πίστει ἀκλινεῖς· κατέχωμεν τὴν ὑποταγὴν ἀῤῥαγῆ, φυλάττωμεν τὴν παρθενίαν ἀσινῆ. Εἷς ἡμῶν ὁ ἔρως, ὁ νυμφίος Χριστὸς, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· μία ἡ κληρουχία, ἡ βασιλεία τῶν οὐρανῶν τὰ ἀγαθὰ τῆς ἄνω Ἰερουσαλήμ. Σὰρξ δὲ καὶ αἷμα, πλοῦτος καὶ δόξα, καὶ ὅσα τῆς ματαιότητος χαιρέτω, ἀπίτω ἀφ᾽ ἡμῶν ποῤῥοτέρω, πλὴν ἐφ᾽ ὅσον ἐσμὲν ἐν τῇ σαρκὶ ταύτῃ πάρεστιν ὁ πόλεμος· οὐ γὰρ ἂν εἴη ἀρετὴ μὴ παρόντος πολέμου. Εἰ δὲ ὅτι συμβαίνει αἰχμαλωτίζεσθαι ὑπὸ λογισμῶν, ξενοπαθοῦμεν, ἀλλὰ ταῦτα ἀνακικλισκώμεθα ἓν μόνον φοβούμενοι, τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ὡς θανάσιμον καὶ πόῤῥω θεοῦ βάλλουσαν. Λογισμοῖς δὲ λογισμοὺς ἀποκρουώμεθα, καὶ ἐπιθυμίαις ἐπιθυμίαις ἀντεπεξάγωμεν· καὶ τοῦτο ἀνολιγώρως· σκοπὸς γὰρ τῷ δαίμονι τῇ ἐπιμονῇ τοῦ πολέμου ἀκηδίαν ἡμῖν ἐμποιῆσαι· ὡς ἂν ἀπείπωμεν πρὸς τὴν ἔνστασιν· ὡς εἴ γε ἐπιμείνωμεν τῇ ἐνστάσει τληπαθοῦντες καὶ ἀντικαθιστάμενοι τῷ διαβόλῳ ἔξωμεν κατ᾽ αὐτοῦ τὰ νικητήρια, καὶ στέφανος ἡμῖν ἐν οὐρανοῖς ἑτοιμαζόμενος. Φησὶν γὰρ ὁ ἀδελφόθεος· Μακάριος ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλετο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.

Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε ἐν κυρίῳ οἱ τὰς διακονίας ἐπέχοντες ἴστε ὡς ἐν αὐταῖς πολὺς ὁ μισθὸς ἡμῶν ὑπάρχει. Οἱ τὰ μαθήματα μελετῶντες προσέχετε, μήποτε ἐν αὐτοῖς τὸν θεὸν παροργίζητε. Καιρὸς ἐργασίας; Ἴωμεν ἐπὶ τὴν ἐργασίαν. Καιρὸς σχολῆς; Ἴωμεν ἐπὶ τὸ μάθημα. Εἰ δὲ ὁ ἀδελφός σου ἐπὶ τὸ ἔργον, σὺ δὲ ἐπὶ τὸ μάθημα· οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· ἀλλὰ ἀλλοτριοῖς τῆς ἀδελφότητος. Ἢ οὐκ ἀκούεις τοῦ ἀποστόλου λέγοντος; Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Σὺ δὲ οὐ μόνον σκανδαλίζεις τὸν ἀδελφόν σου· ἀλλὰ καὶ καλούμενος οὐχ ὑπαντᾶς· σκήψεις καὶ προφάσεις ἑαυτῷ περιποιούμενος καὶ οὐκ ἐννοῶν ὅτι σεαυτῷ θησαυρίζεις ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ.

Ἀλλ᾽ ἵνα μὴ τοῦτο γένηται, πειθώμεθα τῷ Ἀποστόλῳ λέγοντι· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γενέσθω· προηγουμένως τὰ ἔργα, ἑπομένως τὰ μαθήματα καί γε ἀλλήλοις συναντιλαμβανώμεθα, καθὼς πρέπει ἁγίοις· καὶ ὑπὲρ ἀλλήλων τὰς ψυχὰς τιθέμεθα, ὡς ἀδελφοὶ γνησιεύοντες, ἵνα καὶ θεὸς δοξάζηται, καὶ ἡμεῖς εὐπράττοντες κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·