Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 119
ΚΑΤΗΧΗΣΙΣ ΡΙΘ΄.
Ὅτι ὁ ἐκζητῶν τὸν θεὸν διὰ τῆς φυλακῆς τῶν θείων ἐντολῶν ἀπτόητός ἐστιν ἐν καιρῷ ἐξόδου ἀπὸ τῆς τῶν δαιμόνων ἐπιστασίας, καὶ περὶ μνήμης θανάτου καὶ ἀγάπης.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Θανάτου προκειμένου, τοῦ κοινοῦ πᾶσιν ἐπιτιμίου, βασιλείας τε οὐρανῶν ἐλπιζομένης, καὶ γεέννης πυρὸς ἀπειλουμένης, ἔστιν ἄρα ὀκνεῖν καὶ ἀναδύεσθαι ἢ ἐμοὶ τοῦ λαλεῖν, ἢ ὑμῖν τοῦ ἀκούειν; Ἀλλ᾽ ἀεὶ τοῦτο ποιητέον καὶ τοσοῦτον μᾶλλον ὅσον βλέπομεν ἐγγίζουσαν τὴν ἡμέραν. Ἐγγίζει γὰρ ἡ τελευταία ἡμέρα παντὶ ἀνθρώπῳ κατὰ πᾶσαν ἡλικίαν· καὶ φοβερά τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους, καθὼς φησὶν ὁ ἱερὸς ἀπόστολος.
Μὴ τοίνυν λοιπὸν, ἀδελφοὶ, ἐκλυώμεθα, μηδὲ ἀμείψωμεν μίαν μόνην ἡμέραν ἀργῶς τε καὶ ἀνεπιστημόνως. Ἀλλ᾽ ἐν αὐτῇ νήψωμεν, γρηγορήσωμεν, ἐκζητήσωμεν τὸν θεὸν, ψαλμικῶς εἰπεῖν, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν. Πῶς δ᾽ ἔστιν ἐκζητῆσαι τὸν θεὸν; Διὰ τῆς φυλακῆς τῶν ἐντολῶν, δηλονότι κατὰ τὴν τῶν μακαρισμῶν ὑποθήκην· τουτέστιν διὰ ταπεινοφροσύνης, διὰ πένθους, διὰ πραότητος, διὰ καθαρᾶς καρδίας, διὰ εἰρήνης καὶ ἁγιασμοῦ. Ἐν οἷς ὁ καταληφθεὶς ἐκζητήσας εὗρε τὸν θεὸν· καὶ εὑρὼν ἀφόβητός ἐστι ἐν καιρῷ ἐξόδου, ἀπτόητος ἀπὸ δαιμόνων, ἀτάραχος ἀπὸ τῆς τῶν ἀγγέλων παρουσίας, ὡς οἰκείοις προσελθὼν, καὶ ἵλεως χωρῶν πρὸς τὸν ἑαυτοῦ δεσπότην, καλὸν ἐφόδιον τὸ χρηστὸν συνειδὸς ἀπενεγκάμενος. Ὁ δὲ μὴ οὕτως παρασκευασάμενος ἐμπεσεῖται εἰς ἀφύκτους περιστάσεις οὐκ ἔχων ὅπου ἀποβλέψει ἢ πρός τινος βοηθήσεται. Ἐνταῦθα γὰρ, φέρε εἰπεῖν, ἐμπεσών τις εἰς χεῖρας ἀνθρώπων κολαστῶν· ἤγουν εἰς θάλασσαν βαρβαρουμένην, ἢ εἰς γῆν ταρασσομένην, ἢ εἰς τινα ἄλλην περιστατικὴν ἀνάγκην, οὐκ ἀμοιρεῖ ἐλπίδος τῆς ἐντεῦθεν ἀπαλλαγῆς· ἐκεῖ δὲ περιείρηται πᾶσα ἐλπὶς σωτηρίας, οὐδενὸς ὄντος βοηθοῦντος ἢ ῥυομένου, οὐκ ἀγγέλου, οὐκ ἀνθρώπου, οὐ πατρὸς, οὐ μητρὸς, οὐκ ἀδελφοῦ, οὐ φίλου, οὐδενὸς οὖν τῶν ἁπάντων· ἀλλ᾽ ἐν ἀπορίᾳ δεινῇ καὶ ὀδύνῃ ἀπαραμυθήτῳ συσχεθεῖσα ἡ ἐλεεινὴ ψυχὴ ἄπεισι τῶν ἐνθένδε. Καὶ φοβερὸς μὲν ὁ λόγος ὑπογραφόμενος οὐ τί που τῆς πραγματικῆς ἀληθείας ἐφαπτόμενος. Ἃ γὰρ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, γέγραπται εἶναι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς υἱοῖς τῆς ἀπειθείας.
Οὗ ἕνεκεν παρακαλῶ, ἀδελφοὶ, ἀνεπίληστον ἔχειν τὴν μνήμην τοῦ θανάτου· καὶ ταύτῃ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ἐξαίρειν τὸ φιλήδονον ἀπὸ τῆς ψυχῆς. Τί γὰρ ἡμῖν καὶ τὸ φιλόσαρκον τοῦτο, ἐξ οὗ οὐδὲν ἀπωνάμεθα· ἐπείπερ εὐπερίστατος πᾶσα ἁμαρτία. Ἐμβλέψωμεν, εἰ δοκεῖ, εἰς τοὺς τάφους, καὶ ἴδωμεν οἵας δυσωδίας ἐφιέμεθα· τοιαύτη γὰρ πᾶσα σὰρξ ἀπὸ φθορᾶς ἀρχομένη καὶ εἰς φθορὰν καταλήγουσα· καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἀναφαίρετος δὲ ἡ ἀρετὴ, ἣν ἀσπασάμενοι οἱ ἅγιοι εὐηρέστησαν τῷ θεῷ· ὧν τὰ πνεύματα ἐν οὐρανοῖς, τὰ δὲ ἱερὰ σώματα ἀλεξιτήρια τοῖς ἐπὶ γῆς ἐν σημείοις τε, καὶ τέρασι, καὶ δυνάμεσι.
Ἐπεὶ δὲ ὁ λόγος περὶ σημείων· καὶ νῦν γίγνεται σημεῖα ὡς ἀκούομεν, καὶ οὐ θαυμαστόν. Ἡ γὰρ τότε ἐνεργοῦσα χάρις τοῦ Πνεύματος καὶ νῦν ἐνεργεῖν δεδυσώπηται· οὐ μὴ ἁπλῶς πιστευτέον τοῖς θρυλλουμένοις, γέγραπται γάρ· Μὴ παντὶ πνεύματι πιστεύετε· ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ θεοῦ ἐστιν· ὅτι πολλοὶ προφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον· ἀλλὰ γὰρ καὶ πολλοὶ αἱρετικοί τε καὶ τὰς θείας ἐντολὰς διακρουόμενοι, πάλαι τε καὶ νῦν παρεχωρήθησαν, καθ᾽ οὓς οἶδε τρόπους ἡ πρόνοια σημεῖά τε καὶ τέρατα ἀπεργάζεσθαι· ὥστε οὐ δεῖ τούτοις συναρπάζεσθαι· ἐκ δὲ τοῦ παραδεδομένου ἡμῖν ὑπὸ τοῦ κυρίου χαρακτῆρος δοκιμάζειν τοὺς γνησιεύοντας μαθητάς. Τίς δὲ ὁ χαρακτήρ; Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Ὅθεν παιδευθεὶς ὁ ἀπόστολος τάδε φησίν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθὲν εἰμί· καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι· ἀγάπην δὲ μὴ ἔχω· οὐθὲν ἀφελοῦμαι.
Ὁρᾶτε οἷον τὸ ὕψος τῆς ἀγάπης, ὡς βασίλισσά ἐστιν πάντων τῶν τοῦ Πνεύματος χαρισμάτων ὑπερανεστῶσα· ἥτις οὐδὲ ἐκπίπτειν ποτὲ δύναται. Οἱ δὲ σημειουργοὶ, ἐστὶν ὅθεν, ἐκπίπτουσι. Εἴρηκε γὰρ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε ἐν τῷ σῷ ὀνόματι προεφητεύσομεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν. Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ὡς φοβερὸν ὄντως τὸ ἀπόκριμα, καὶ παγχάλεπος ἡ ἀπόφασις! Λοιπὸν, ἀδελφοί μου, διώκωμεν τὴν ἀγάπην καὶ τὴν σύζυγον αὐτῆς πίστιν τε καὶ ἐλπίδα, καὶ τῶν τὰ σημεῖα ποιούντων μᾶλλον ἀσφαλέστερον βιωτεύσομεν· ἀλλὰ γὰρ καὶ μαθηταὶ ἀληθινοὶ γνωρισθέντες τοῦ Κυ-
[Gap in the edition]
ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.