Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 120
ΚΑΤΗΧΗΣΙΣ ΡΚ΄.
Ὅτι οὐ χρὴ τοῖς ἐσταυρωμένοις τῷ κόσμῳ κεχηνέναι ἐν τοῖς ματαίοις τοῦ βίου· ἀλλὰ βελτιοῦσθαι πρὸς τὰ κρείττονα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐοίκασιν αἱ ἡμέραι ἡμῶν ὡσεὶ ὧραι παρατρέχουσαι, καὶ αἱ ἑβδομάδες ὡσεὶ ἡμέραι, καὶ οἱ μῆνες ὡσεὶ ἑβδομάδες, καὶ οἱ ἐνιαυτοὶ ὡσεὶ μῆνες, οὕτω τοῦ χρόνου τρέχοντος καὶ συνελαύνοντος πάντας εἰς τὴν τελευταίαν ἡμέραν τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὡς φησὶν ὁ λόγος· Τί οὖν λοιπὸν ἄνθρωπος μάτην ταράσσεται; Τί δὲ βασιλεὺς πέποιθεν ἐπὶ χρυσῷ καὶ φάλαγξιν; Τί δὲ δυνάστης γαυριᾷ ἐπὶ κτήμασιν καὶ βοσκήμασιν; Τί δὲ φιλόπλουτος ἐλπίζει ἐπὶ πλούτου ἀδηλότητι; Τί δὲ φιλήδονος τοῖς τῆς ἁμαρτίας τέλμασι; Δέον καθεκάστην πενθεῖν καὶ σκυθρωπάζειν, καθαίρειν τε ἑαυτοὺς ὡσεὶ δύναμις, πρὶν ἐπιστῇ τὸ κρῖμα τοῦ θανάτου εἰς τὸ φυγεῖν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὗτοι δὲ, γραφικῶς εἰπεῖν, ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσι· ὅσα δὲ φυσικῶς ὡς ἄλογα ζῶα ἐπίστανται· ἐν τούτοις φθείρονται. Οὐαὶ αὐτοῖς, φησιν, ὅτι τῇ ὁδῷ τοῦ Καῒν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
Φοβοῦμαι δὲ μήπως ὁ λόγος ἐκείνους κακίζων καὶ ἡμῶν τῶν δοκούντων εἶναί τι καθάψηται· ὅταν γὰρ ὁ μὲν ὑπὲρ γονικῆς κληρονομίας διαπληκτίζεται μακρᾶς ἀποδημίας στελλόμενος· ἕτερος δὲ ὑπὲρ τοῦ ἐπαυξῆσαι τὰ βαλλόμενα τυρβάζει πολλὰ, καὶ διαγωνίζεται· ἄλλος δὲ ὑπὲρ τοῦ κατακτήσασθαι τοῦτο κἀκεῖνο πλεονεκτικῶς καὶ ἀμονάχως ἐπείγεται. Πῶς οὐ τῆς αὐτῆς ἐκείνης καταδίκης εἰσιν ἄξιοι; καί τοι γε ἐκεῖνοι μὲν ἔχουσιν ἀπολογίαν, εἰ καὶ ψυχρὰν, ὅμως ὅτι ὑπὲρ γυναικῶν καὶ τέκνων φροντίζουσιν· ἡμῖν δὲ οἷς ὁ κόσμος ἐσταύρωται, καὶ μόνος ὁ σταυρὸς τεθησαύρισται, τίς λόγος ὑπολείπεται; Μὴ οὐχὶ χείρονος τιμωρίας ἀξιωθήσεσθαι τὰ τοιαῦτα διαπραττομένους; ἐπεὶ γέγραπται· Δυνατοὶ δυνατῶς ἐτασθήσονται· καὶ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν. Καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν. Υἱοὶ ἀνθρώπων ἕως ποτε βαρυκάρδιοι, ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
Λόγους συνηγόρους τοῖς πάθεσιν ἀνευρίσκοντες, καὶ τὸν ἀναίτιον διωγμὸν ὡς ὑπαίτιον τῶν τοιούτων προβαλλόμενοι. Ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεᾶς καὶ ἴδετε, βοᾷ ὁ λόγος. Τίς ἤλπισεν ἐπὶ τὸν κύριον καὶ κατησχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ὑπερεῖδεν αὐτόν; Οὐχὶ Ἀβραὰμ ὁ πατριάρχης ἄποικος γέγονε τῆς ἐνεγκαμένης διὰ προστάγματος θεοῦ; ἀλλ᾽ ὅμως πατὴρ πολλῶν ἐθνῶν ἐχρημάτισεν. Οὐχὶ Ἰακὼβ ὁ πατριάρχης μόνην ῥάβδον ἔχων κάτεισιν εἰς Μεσοποταμίαν; καὶ ὅμως πλούσιος ἐντεῦθεν ἀνέκαμψεν. Οὐχὶ Ἰωσὴφ ὥνιος ἀπήχθη εἰς Αἰγυπτον; καὶ ὅμως ἐκεῖσε ἰσοβασίλειος ἐγεγόνει. Οὐχὶ Ἠλίας ὁ προφήτης διωκώμενος ὑπὸ τῆς Ἰεζάβελ, οὐδὲ πῆραν ἐπεφέρετο; ἀλλ᾽ ὅμως ὑπὸ κόρακος διετρέφετο; Οὐχὶ οὕτως οἱ μακάριοι ἀπόστολοι ἐξίεσαν εἰς τὸ κήρυγμα; ἀλλ᾽ ὅμως τῆς οἰκουμένης κατεκράτησαν. Αὐτοὶ ὑμεῖς οὐχὶ ἐν τοῖς προλαβοῦσι χρόνοις διωγμοὺς καὶ ἁρπαγὰς ὑπομείνατε; ἀλλ᾽ ὅμως ἀψευδεῖς τὰς ὑποσχέσεις τοῦ θεοῦ εὔρετε.
Πόθεν οὖν ἡ κακία; καὶ τί ἡ ματαιότης αὕτη; Ἀλλ᾽ ὡς ἔοικεν ἐπελαθόμεθα τῶν εὐεργεσιῶν τοῦ θεοῦ κατὰ τὸν πάλαι Ἰσραὴλ· καὶ ἐπειράζομεν τὸν κύριον, καθάπερ τινες αὐτῶν ἐπείρασαν. Ἀλλὰ τί φησιν περὶ αὐτῶν; Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὥμοσα ἐν τῇ ὀργῇ μου, οὐκ εἰσελεύσονται εἰς τὴν ἀνάπαυσίν μου.
Βλέπετε, ἀδελφοὶ, μήποτε τὰ αὐτὰ καὶ ἡμῖν ῥηθείη ἀχαρίστως περὶ τὸν εὐεργέτην διατεῖσιν, καὶ μὴ τῇ αὐταρκείᾳ κεχρημένοις ἐν τοῖς παροῦσιν. Ἐντεῦθεν ἡσυχάζειν οἱ πόδες ἡμῶν οὐκ ἐπιτρέπονται ὧδε κακεῖσε περιερχομένων. Ἐντεῦθεν μεταξὺ ἀλλήλων κρίσεις καὶ λογομαχίαι ἴσα καὶ τοῖς ἔξω. Ἐντεῦθεν τὸ μεμονωμένον καὶ οὐ μετ᾽ ἀδελφοῦ, εἰ δὲ καὶ μετὰ ἀδελφοῦ, ἀλλ᾽ ἐπιπλάστως. Πῶς γὰρ ἂν τις τὴν φίλην ἑαυτῷ συνοδίαν ἔχων, φημὶ δὲ τὴν φιλαργυρίαν, ἐφ᾽ ᾗ σπένδεται, δυνήσεται κεκτῆσθαι ἀδελφὸν ὁμοψυχοῦντα; Οὐδαμῶς. Οὐαὶ αὐτοῖς ὡς ἀδοκίμοις.
Οὐ γὰρ περὶ ὑμῶν, ἀδελφοί μου, λέγω, οὐδὲ περὶ τῶν ὦδε κακεῖσε θεοπρεπῶς βιωτευόντων, ἀλλὰ περὶ τῶν κακῶς καὶ παρ᾽ ἐντολὴν κατὰ τὴν προλαβοῦσαν θεωρίαν ἀναστρεφομένων· οὓς εὐξώμεθα ὀψέ ποτε ὀξυποδῆσαι καὶ βελτιωθῆναι, ἵνα μή τις ἀπόληται· ἀλλὰ πάντες σωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.