Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 13
ΚΑΤΗΧΗΣΙΣ ΙΓ΄.
Κυριακῇ τρίτῃ.
Περὶ μνήμης τοῦ θανάτου καὶ ἀπολογίας τῶν βεβιωμένων ἡμῖν ἐπὶ τοῦ φοβεροῦ κριτηρίου.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἡ μὲν ἡμέρα ἀναστάσιμος, ἐμοὶ δὲ περὶ θανάτου διαλεκτέον. Ἴσθε γὰρ ὅπως συχνότερον ἄλλος ἐπ᾽ ἄλλῳ τῶν τε ἀδελφῶν καὶ πατέρων ἔξεισι τοῦ βίου. Τοῦτο δ᾽ οὐδὲν ἔστιν ἄλλο ἢ μήνυμα, ὅτι καὶ ἡμεῖς θᾶττον μεταβαίνομεν ἐντεῦθεν. Μεταβαίνωμεν δὲ οὐκ εἰς ἐπικλήρους καὶ γεώδεις τόπους καὶ χώρας ἀλλ᾽ εἰς ἀΰλους καὶ ἀϊδίους μονὰς, ἀφ᾽ ὧν οὐκ ἔστιν ἐπιστρέφειν τὸν ἅπαξ ἐξοδεύσαντα. Καὶ φοβερὸς μὲν ὁ θάνατος ἀκουτιζόμενος· φοβερώτερος δ᾽ ἔστιν ὁπηνίκα ὀφθαλμοῖς ὑπολαμβάνηται, ὅπερ ἡμεῖς πρὸ ἓξ ἡμερῶν ἐν τῷ τῆς Χαλκίτου καθηγουμένῳ ἱστορήσαμεν· Ἐπειδὴ γὰρ κατελάβομεν αὐτὸν τὰ τελευταῖα πνέοντα συνεξέστημεν ἐπὶ τῷ γεγονότι πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ μεθ᾽ ἡμῶν ἦν, καὶ ἀφ᾽ ἡμῶν ἀπέστη παραδωθεὶς τῷ τάφῳ. Καὶ ὄντως φρικτὸν τὸ ἄκουσμα καὶ ἐξαίσιον τὸ ὅραμα. Εἴρηκεν οὖν ἔτι ἐμπνέων ὁ μακάριος τοιάνδε φωνήν· Ἐφθάσθην· μικρὸν καὶ τῷ λόγῳ ἐπισείσας καὶ τὴν κεφαλὴν σὺν τῇ χειρὶ καὶ τὸν μὲν τρόπον οὐκ ἐξεκάλυψεν, ἡμεῖς δὲ ἤσθημεν οὗ τινος χάριν τὸ ἀπορώμενον.
Καὶ ταῦτα εἴρηκα οὐκ ἐκεῖνον καθαπτόμενος μὴ γένοιτο· ἀλλ᾽ ἐμαυτὸν φοβῶν καὶ ἡμᾶς συνασφαλιζόμενος ὡς ἂν μὴ φθασθῶμεν τοιαύτην φωνὴν προέσθαι ἐν ὥρᾳ τῆς ἐξόδου· ἀλλ᾽ ἡτοιμασμένην καὶ ἀτάρακτον· γέγραπται γὰρ· Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην· Οὐκ ἂν δὲ τοῦτο εὕροιμεν. Εἰ μή τι ἑκάστοτε ἑαυτοῖς προσέχωμεν, καὶ τὸ μὲν καθορθούμενον φυλάττωμεν ἀσφαλῶς· τὸ δὲ διαμαρτανόμενον ἐπανορθούμεθα μεταμελητικῶς, οὕτως ἀεὶ παρασκευασμένοι ὡς εἰς οὐρανὸν ἀπαίρειν μέλλοντες. Τίνι γὰρ πυνθάνομαι παραστησώμεθα; οὐχὶ τῷ τῶν ἀπάντων κριτῇ καὶ θεῷ, ᾧ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· Ποῖον δὲ ὑφέξειν λόγον μέλλομεν; οὐχὶ περὶ πάντων τῶν βεβιωμένων ἡμῖν, κατὰ τε πρᾶξιν καὶ λόγον καὶ διάνοιαν;
Ἐμοὶ τοιγαροῦν ὁσάκις ἐντεθύμηται ταῦτα, φρίκων ἐμποιεῖ καὶ μικροῦ δεῖν πάρεστι. Ὑμῖν δὲ ἔξεστι τὸ ἀφόβητον ἔχειν· ὑμῖν δὲ λέγω τοῖς εὐηκόοις καὶ πᾶσαν μέριμναν ἐπὶ τὸν τῆς ὑποταγῆς λόγον ἀποῤῥίπτουσι· τοιοῦτο γὰρ τὸ τῆς ἀληθοῦς ὑποταγῆς βιώσιμον. Ἐπεὶ ποίαν ἀπολογίαν ἑαυτοῖς ἑτοιμάσαιεν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ οἱ τὴν ὑποταγὴν ἀκροτηριάζοντες, οἱ μεμονομένως ζῶντες οἱ περιακτικῶς ἀγόμενοι ὧδε κἀκεῖσε, καὶ βάσιν ἑαυτοῖς μὴ ἔχοντες· οἱ τοὺς ἀργυρονήτους δούλους ἐπιφερόμενοι; Φεῦ τῆς ἐμῆς ταλαιπωρίας! πῶς εὐζήλωτος ἡ κακία; πῶς ἐστράφησαν εἰς τὰ ὀπίσω οἱ εὐθηποροῦντες τῇ μοναδικῇ πολιτείᾳ· Κρεῖσσον ἦν αὐτοῖς φησὶ, μὴ γνῶναι τὴν ὁδὸν τῆς δικαιοσύνης· ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης ἁγίας ἐντολῆς. Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.
Τί φῆς ἑταῖρε; δοῦλον ἄγεις ὁ ἄζυξ· ὁ φυγὰς κόσμου· ὁ ἀπολελυμένος πάσης σαρκικῆς σχέσεως; Οὐκοῦν λάβε σεαυτῷ καὶ γυναῖκα· τὰ δύο γὰρ ταῦτα κόσμῳ καὶ τοῖς κατὰ κόσμον ἀπονενέμηται· οἷς δὲ ὁ σταυροφόρος βίος ἀληθῶς ἐπανήρηται, ἀλλότρια ἑκάτερα· Ἀλλ᾽ ὡς ἔοικεν· ἡ ἁμαρτία τὸ αἴτιον. Ἐπειδὴ γὰρ φιλοπαθοῦμεν καὶ φιλαργυροῦμεν προσθείη δ᾽ ἂν καὶ φιλογυνοῦμεν. Ὡς ἂν οὖν μὴ πάρεστιν ἔφορος, καὶ ἔλεγχος τῶν ἐν παραβύστῳ γινομένων, οὐχ αἱρούμεθα ἀδελφὸν ἔχειν, ἀλλὰ τὴν μονίαν, ἤτοι τὴν κτημοδουλοσύνην· οἱ ὡς ἀληθῶς πεπραμένοι τῇ ἁμαρτίᾳ καὶ δοῦλοι σαρκός τε καὶ αἴματος. Ἐντεῦθεν ἡ διάλυσις· ἐντεῦθεν τὰ σκάνδαλα· ἐντεῦθεν τὰ πτώματα ὁμολογούμενά τε καὶ οὐκ ἀμφίλεκτα· ἐντεῦθεν ἐγὼ καὶ σκυθρωπάζων ἐλέγχων τε καὶ ἐπιμαρτυρούμενος, καὶ οὐδαμοῦ εἰσακουόμενος. Ἀλλὰ τί φησί; Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἀθῷος εἰμι ὁ τάλας ἀπὸ τοῦ αἵματος τῶν τοιούτων· καὶ εἶχον δ᾽ ἂν τὸ μὴ ἐπᾶξαι τελείαν τὴν ἁμαρτίαν κατὰ τὴν κελεύουσαν ἐντολήν. Ἀλλ᾽ ἐπειδὴ ὁ διωγμὸς, ἔτι ἀναβάλλομαι, εἴ πως ἤδη ποτὲ ἀνανηψοῦσιν οἱ τοιοῦτοι ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Ὑμεῖς δὲ εὐλογημένοι ὑπὸ κυρίου οἱ μετ᾽ ἀλλήλων καὶ σὺν ἀλλήλοις δύο ἢ τρεῖς τὸ δὲ πλέον, πλεῖον καὶ ἐγκωμίου κοινοβιακῶς ζῶντες, οἱ οἴκοι μένοντες, καὶ μὴ ἀκαίρους προόδους ποιούμενοι πλὴν τῶν ἀναγκαίων καὶ μάλιστα ἐν ἀγοραῖς καὶ πανηγύρεσιν. Οἱ ἀλλήλοις δουλεύοντες, ἂν τούτου δεσπόζοντες τοῦ κόσμου καὶ τῆς δουλοπρεποῦς δουλοκτημοσίας καθαρεύοντες, οἱ πάντα θεοφιλῶς καὶ εὐσχημόνως διαπεραιούμενοι, καί γε ὑμῖν χάρις καὶ εἰρήνη πληθυνθείη, καὶ ἴδητε τὰ ἀγαθὰ τῆς ἄνω Ἰερουσαλὴμ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.