Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 121
ΚΑΤΗΧΗΣΙΣ ΡΚΑ΄.
Περὶ μνήμης θανάτου, καὶ περὶ γέροντος Τιμίου τελευτήσαντος.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πολλῶν οὐσῶν ἐπωφελῶν διηγήσεων, ἐν αἷς ψυχὴ κατανύττεσθαι πέφυκεν, ἐν οὐδεμιᾷ τοσοῦτον ἔχει τὸ ὠφέλιμον, ὅσον ἐν τῇ τοῦ θανάτου ἀγγελίᾳ. Θάνατος γὰρ τὸ φοβερὸν μυστήριον καὶ λεγόμενον καὶ ἐννοούμενον. Ἐπεὶ οὖν καὶ νῦν κεκοίμηται γέρων Τίμιος, ἀναγκαῖον λοιπὸν περὶ αὐτοῦ βραχέα διαλεχθῆναι πρὸς τὸ κοινῇ συμφέρον. Αὐτὸ μὲν οὖν τὸ ἀπὸ νεότητος μέχρι γήρως βαθέος δουλεῦσαι αὐτὸν τῷ κυρίῳ ἐν τῇ μοναχικῇ πολιτείᾳ ἱκανὸν ἐγκώμιον τῷ γέροντι· ἔπειτα ὅτι καὶ τῶν ὁμολογητῶν ὁ ἀνὴρ ὑπὸ τοῦ ἀσεβοῦς Λέοντος κρατηθεὶς καὶ τιμωρηθεὶς ἱκανῶς· τριακοσίοις γὰρ μάστιξι κατέκοψαν αὐτοῦ τὸν νῶτον καὶ τὰ στέρνα, πυγμαῖς τε καὶ ῥαπίσμασι συνέτριψαν αὐτοῦ τὸ πρόσωπον, ὡς καὶ δύο τῶν ὀδόντων ἀποῤῥυῆναι· εἶθ᾽ οὕτω μετά τινας χρόνους ἐξενεγκὼν αὐτὸν τῆς φυλακῆς εἴασεν ἄφετον. Ὁ δὲ κατὰ τὴν προτέραν ἀναστροφὴν, ἐπειδὴ καὶ στυλίτης ἐγεγόνει, πάλιν καθεῖρξεν ἑαυτὸν κέλλῃ· κακεῖσε ἐν ὑπομονῇ πολλῇ καὶ στενοχωρίᾳ ἥξαντος ἤδη καὶ τοῦ τελευταίου χρόνου τῆς ζωῆς παρέδωκε τὸ πνεῦμα. Καὶ ὁ μὲν ἀσεβὴς ἠνόμησε διακενῆς, ὁ δὲ ἀθλητὴς ἀνῆλθεν πρὸς θεὸν ἐστεμμένος τῇ ὁμολογίᾳ.
Ἡμεῖς δὲ τί ποιήσωμεν, ἀδελφοί; Τί διανοηθῶμεν; Πόσον ἐπιβιώσομεν χρόνον; Πολὺν ἄρα ἢ βραχύν; Καὶ τίς οἶδε τί τέξεται ἡ ἐπιοῦσα; Ἱκανὸν οὖν παιδευτήριον ὁ θάνατος· ὅπερ γὰρ ἑωράκαμεν ἐν τῷ ἀδελφῷ, τοῦτο ἐν ἡμῖν αὐτοῖς οὐ μετὰ πολὺ γενήσεται. Οὐ γάρ ἐστιν ὃς ὑπερβήσεται τὸ τοῦ θανάτου ὀροθέσιον. Μὴ τοίνυν λοιπὸν ἀμνημονεύσωμεν τοῦ θανάτου ποτὲ, ὦ ἀδελφοὶ, ἵνα μὴ ἐχθράνωμεν πρὸς θεὸν· γέγραπται γὰρ· Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθέστηκεν. Ἢ ἀγνοεῖτε ὅτι ἡ φιλία τοῦ κόσμου τούτου οὐκ ἐᾷ τὴν ψυχὴν ἐπιθυμητικῶς ἔχειν πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον; Καὶ γὰρ ὥσπερ ὁ Ἰσραὴλ κατηπείγετο ἐκ τῆς αἰγυπτιακῆς δουλείας ἀπαλλαγῆναι καὶ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· τὸν αὐτὸν δὴ τρόπον προσήκει ἡμᾶς σπουδάζειν τῆς ἐν φθορᾷ δουλείας τοῦδε τοῦ σώματος ἐκβεβηκέναι, καὶ εἰσελθεῖν εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς· τουτέστιν εἰς τὰ ἀγαθὰ τῆς ἄνω Ἰερουσαλήμ.
Οὐκοῦν μισήσωμεν ἔτι τὴν τοῦ κόσμου ματαιότητα, κτησώμεθα τὰς ἀρετὰς ἐν ἐπιθυμίᾳ, πλουτήσωμεν τὰ θεῖα, μεγαλεμπόρως προσευχὰς, δάκρυα, καθαρμὸν, φωτισμὸν, ἀπάθειαν· ἄ τινά ἐστι ἐφόδια τῆς αἰωνίου ζωῆς· βρῶμα δὲ καὶ πόμα καὶ ἱμάτιον καὶ ὅσα ἄλλα ἐπιτήδεια τοῦ σώματος τοσοῦτον ἀσπασώμεθα, ὅσον πρὸς τὸ ζῆν καὶ ἐξυπηρετεῖν ταῖς ἐντολαῖς τοῦ θεοῦ. Ἐὰν οὕτως διαμείβωμεν τὸν χρόνον, πᾶσα ἡ ἡμέρα ἑορτὴ· καθεκάστην θυμηδία, ἀφοβεία θανάτου, κἂν μυρία θλιβερὰ συμβῇ ἐπαχθῆναι· οὐδέν ἐστι τὸ δυνάμενον καταβαπτίσαι τὸ χρηστὸν συνειδός. Εἰ δὲ ἐν κακίᾳ καὶ φθόνῳ καὶ σκληρότητι καὶ τῇ λοιπῇ πονηρίᾳ ἀναστρεφόμεθα, φεῦ τῆς ἀπάτης! καθημερινὸς θάνατος καὶ πρὸ κρίσεως κρίσις. Εἶτα ἐπελεύσεται ὁ θάνατος ὥσπερ τις λέων ὁ ῥυόμενος, καὶ ὡς ἄρκος ἀπορουμένη. Καὶ πῶς οἴσει ἡ ἐλεεινὴ ψυχὴ τὸν αἰώνιον ὄλεθρον; Φησὶ γὰρ· Εἰ τὸ κρῖμα πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; Καὶ εἰ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ὁ ἁμαρτωλὸς ποῦ φανεῖται;
Ὥστε, ὦ ἀδελφοί μου, ἔμφοβοι καὶ ἐναγώνιοι ὦμεν ἀεὶ, ἐδραῖοί τε καὶ ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ θεοῦ πάντοτε, εἰδότες ὅτι ὁ κόπος ἡμῶν οὐκ ἐστι κενὸς ἐν κυρίῳ. Περὶ δὲ τοῦ ἀδελφοῦ Σωκράτους οἴδατε ὅτι ἐλήλυθεν ἀπὸ ἀνατολῆς συνιστῶν τὴν ὑποταγὴν αὐτοῦ, καὶ ἀπολογούμενος τὴν βραδύτητα, ὃν ἐβουλόμεθα ἐνταῦθα κατέχειν ὡς δόκιμον ἀδελφόν. Ἀλλ᾽ ἐπειδὴ γέγραπται· Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν, καὶ οἰκείους ἐν Ἰερουσαλήμ, κεκρίκαμεν πάλιν ἀνθυποστρέφειν αὐτὸν, ὡς ἂν δι᾽ αὐτοῦ τύχωμεν ἐλέους. Καί γε ὀφείλομεν χαίρειν, ἀδελφοὶ, ὅτι ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος ἡμῶν ἐν τῇ ἁγίᾳ Σιὼν τῇ μητρὶ τῶν ἐκκλησιῶν κατεστάθη ἱερατεύων καὶ οἰκονομῶν παρὰ τοῦ ἐκεῖσε ἁγιωτάτου Πατριάρχου. Τὸ λοιπὸν οὖν ὁ ἅγιος θεὸς καὶ αὐτὸν καὶ ἡμᾶς περιφυλάξῃ καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθοσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει· ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.