Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 122
ΚΑΤΗΧΗΣΙΣ ΡΚΒ΄.
Περὶ τοῦ ἐπιμόνως καὶ εὐψύχως δουλεύειν τῷ κυρίῳ· καὶ τοῦ εὐτόνως διανύειν τὸν δρόμον τῆς ἀσκήσεως ἡμῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Καλὸν τὸ ἐπιτήδευμα, ὅτι ἀπὸ τῆς ἀγρυπνίας ἐπὶ τὴν ἀκρόασιν τοῦ λόγου κατέστημεν ἐκ δυνάμεως εἰς δύναμιν μετερχόμενοι. Εἰ γὰρ καὶ μὴ ἐπιῤῥεῖ ἡμῖν αὐτάρκως ὁ λόγος πρὸς τὸ διαλέγεσθαι· ἀλλ᾽ ὅμως ὅτι κατὰ μίμησιν τῶν ἁγίων Πατέρων ἐστὶ τὸ γινόμενον οὐκ ἀλυσιτελὲς, ἀλλὰ καὶ πάνυ ὠφέλιμον. Καὶ γὰρ οἱ πατέρες ἡμῶν ἐκοπίων ἐν λόγῳ καὶ διδασκαλίᾳ μιμούμενοι τὸν μακάριον Ἀπόστολον, ὅς φησιν ἐν ταῖς Πράξεσιν· Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούστωσαν. Μᾶλλον οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· Λέγει γὰρ ἡ γραφὴ· Βοῦν ἀλοῶντα οὐ φιμώσης· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
Ὁρᾶτε ὡς ἀναγκαῖα ἡ διδασκαλία· ὡς γὰρ τὰ φυτὰ δεῖται τῆς τοῦ ὕδατος ἐπιῤῥοῆς πρὸς καρποφορίαν, οὕτως καὶ οἱ μαθητευόμενοι τῆς τοῦ διδασκάλου ὑποφωνήσεως πρὸς ἀγαθοεργίαν· καὶ ὥσπερ ἐκεῖνα μὴ ἀρδευόμενα ἀποξηραίνεται· οὕτως καὶ οὗτοι μὴ διδασκόμενοι ἀπαχρειοῦνται. Διὰ τοῦτο κἀγὼ ὁ ταπεινὸς προθυμοῦμαι παρακαλεῖν, νουθετεῖν· ἔσθ᾽ ὅτε ἐλέγχειν καὶ ἐπιτιμᾶν, εἴ πως δυνηθῶ σὺν ἐμοὶ καὶ ὑμᾶς περισώσασθαι.
Ὑμεῖς δὲ, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅς τε οὐ καθεύδει, ἀλλ᾽ ἀγρυπνεῖ καθ᾽ ὑμῶν, καὶ τοσοῦτον μᾶλλον ὅσον βλέπει ψυχὰς ἀγωνιζομένας. Ἐπὰν οὖν ἐπιστῇ, καὶ γὰρ ἐφίσταται νύκτωρ καὶ μεθ᾽ ἡμέραν· Στῶμεν γενναίως· προσδράμωμεν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου· καθάρωμεν τὰς ἁμαρτίας μετὰ δεήσεως ἐκτενοῦς καὶ δακρύων θερμῶν· καὶ θᾶττον ὁ πολέμιος οἰχήσεται. Εἴρηται γὰρ ἐν ψαλμοῖς Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ἔτρωτεν ὁ ἐχθρός; ἀλλὰ ὁ κύριος ἐξιάσατο. Ἐτάραξεν ἐκεῖνος; ἀλλ᾽ ὁ εἰπὼν τῇ θαλάσσῃ σιώπα, πεφίμωσο, κατεστόρεσε καὶ τοὺς ἐν ἡμῖν κλυδωνίζοντας λογισμούς. Καὶ, ὦ τῆς εὐεργεσίας! Οὐ φθάνομεν ἐπικαλεῖσθαι αὐτὸν, καὶ ὁ ἀγαθὸς προφθάνει ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ δίδωσιν εὐχὴν τῷ εὐχομένῳ, καὶ τῆς λύπης τὸ νέφος διασκεδάζει· καὶ φῶς διὰ τῶν ἀγαθῶν λογισμῶν ἐνίησι τῇ καρδίᾳ. Καὶ τί γὰρ οὐ ποιεῖ; Εἰ γὰρ ὑπὲρ ἡμῶν ἑαυτὸν παρέδωκε μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
Διὸ ἐπιμένωμεν, ἀδελφοὶ· δουλεύοντες αὐτῷ εὐψύχως, ἀνακαλούμενοι ἑαυτοὺς ἀπὸ τῶν ὑποπτώσεων, τρέχοντες εὐτόνως ἐν τῷ δρόμῳ τῆς ἀσκήσεως· εἰδότες ὅτι ἐπὶ τέλει τῶν ἀγώνων οἱ στέφανοι ταμιεύονται. Τοιγαροῦν χρησώμεθα τῇ ἐξαγορεύσει μᾶλλον· ὅτι ἡ ἐξαγόρευσις χαλινός ἐστι πρὸς τῷ μὴ ἁμαρτάνειν. Χρησώμεθα τῇ ταπεινοφροσύνῃ ὅτι ἐν ταύτῃ συντριβήσονται τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα. Χρησώμεθα τῇ πίστει· ὅτι χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι τῷ θεῷ. Τάχα ἀποροῦμεν καὶ ἐξαποροῦμεν πῶς καί περ ἀγωνιζόμενοι ἁλισκόμεθα ὑπὸ τῶν ἐκτόπων λογισμῶν· ἀλλὰ τοῦτο ἀπαντάνωμεν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Ἐβασίλευσεν γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· καὶ νενόσηκεν ἡ φύσις ἡμῶν τὸ φιλήδονον ἄγαν. Εἶτα ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου ῥωσθεῖσα ἀνέδραμεν εἰς τὸ κατ᾽ ἀρχάς. Ἀλλ᾽ ἐπειδὴ ἅπαξ ἠσθένησεν, ἔμαθεν τὸ νοσεῖν, κἀντεῦθεν ἐξ ὀλιγωρίας ὀλισθαίνει πρὸς τὸ φιλήδονον, ὅμως ὅτι οἱ ἅγιοι τοσοῦτον ἐστόμωσαν ἑαυτοὺς τῷ τε φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ θεοῦ· ὡς μὴ μόνον ἐπαρκεῖν ἑαυτοῖς εἰς ἀσφάλειαν· ἀλλὰ καὶ ἄλλοις χεῖρα ὀρέγειν, δαιμόνιά τε διώκειν, καὶ μυρία θαύματα ἀπεργάζεσθαι.
Ὧν εἰ καὶ ποῤῥωτέρω ἐσμὲν τῆς πολιτείας, ἀλλὰ καθ᾽ ὅσον οἷόν τε, ἀδελφοί μου, σπουδάσωμεν μιμήσασθαι αὐτούς. Καὶ ὁ ἀγαθὸς ἡμῶν θεὸς δέχεται τὴν μικρὰν ἡμῶν προσφορὰν, ὡς ἐκείνων τὰ μεγάλα κατορθώματα, καὶ σὺν αὐτοῖς παράσχη ἡμῖν τὴν βασιλείαν αὐτοῦ, ἐν Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.