Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 123
ΚΑΤΗΧΗΣΙΣ ΡΚΓ΄.
Περὶ τοῦ ἀόκνως βαίνειν εἰς τὴν πνευματικὴν πορείαν ἡμῶν, μισεῖν τε τὰ ἡδέα τοῦ τῇδε βίου, καὶ περὶ τῆς μακαρίας μονῆς ἡμῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Σύνηθες τοῖς ὁδοιποροῦσιν ἀλλήλους διεγείρειν, καὶ προθυμεῖσθαι περὶ τῆς προκειμένης ὁδοιπορίας, καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ ἐκκλίνειν, ἀλλ᾽ ὁδῷ βασιλικῇ πορεύεσθαι· οὐ μὴν ἀλλὰ καὶ μετρίως ἐσθίειν, καὶ πίνειν, καὶ καθεύδειν, ὡς ἂν τῷ συμμέτρῳ τῆς διαίτης κουφοτέραν ἑαυτοῖς τὴν ἐκ τῆς ὁδοιπορίας ἀχθηδόνα περιποιήσωνται. Τί οὖν μοι βούλοιτο τὸ προοίμιον; Πάντως καὶ ἐφ᾽ ἑαυτῶν ἴστε, ὅτι καὶ ἡμεῖς ὁδοίποροι τυγχάνωμεν ἐν τῷδε τῷ βίῳ πορείαν στειλάμενοι μυρίων πόνων γέμουσαν· οἱ καὶ ὀφείλομεν ἀλλήλους παρακαλεῖν καὶ παραθαῤῥύνειν ἐν τοῖς ἀγῶσι, ἀπλανῶς τε βαδίζειν, καὶ ἐγκρατῶς ἔχειν περί τε βρῶσιν καὶ πόσιν καὶ ὕπνον, ὡς μὴ ἐντεῦθεν βαρυνομένους, ὀκνηροτέρους γίνεσθαι πρὸς τὴν πορείαν· ἀλλὰ γὰρ καὶ ἀνεπιστρόφως διακεῖσθαι πρὸς τὰ ἡδέα τοῦ τῇδε βίου. Οὐδὲ γὰρ οἱ ὁδοιποροῦντες ἐπιστρέφεσθαι πεφύκασιν ἐντεῦθεν καὶ ἐντεῦθεν, δεξίοις τε καὶ ἀριστεροῖς, μόνης δὲ ἐχόμενοι τῆς ὁδοιπορίας ἀποσκοποῦσι πρὸς ὅπερ ἐπείγονται κατάλυμα. Ἀλλ᾽ εὖγε τοῦ ἡμετέρου καταλύματος· μᾶλλον δὲ εὖγε τῆς μακαρίας μονῆς, ὅτι οὐ πρόσκαιρός ἐστιν, ἀλλ᾽ αἰώνιος· οὐδ᾽ ἐν φθαρτοῖς, ἀλλ᾽ ἐν ἀφθάρτοις ἀπῳκισμένη· ἔνθα χαρὰ, εἰρήνη καὶ ἀγαλλίασις· περὶ ἧς ὁ θεὸς ἐν τοῖς εὐαγγελίοις τάδε φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαὶ εἰσί. Εἰ δὲ εἶπον ἂν ὑμῖν πορεύομαι ἑτοιμᾶσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ ἑτοιμᾶσαι τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου ἐγώ εἰμι καὶ ὑμεῖς ἦτε, καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.
Ὁρᾶς ἐπαγγελίαν ἄφατον καὶ ἀνεκδιήγητον. Τίς λοιπὸν οὐ διανασταίη; Τίς δὲ οὐ δράμει; Τίς δὲ οὐκ ἐπιθυμήσει προφθᾶσαι εἰς τὰς αἰωνίας σκηνὰς ἐκείνας, ἃς καὶ ὁ μακάριος Δαυῒδ ἐπιθυμητικῶς ἔψαλλεν· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων, ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. Ἀληθῶς γὰρ ἐκεῖναί εἰσι ἐπιθυμηταὶ διατριβαί. Ἐνταῦθα δὲ ἐν καταδίκῃ ἐσμὲν, καὶ ἡ ὑπόστασις τῆς ζωῆς ἡμῶν ὀλιγοστὴ· ἐπεὶ καὶ πᾶς ὁ νῦν αἰὼν πρὸς τοὺς μέλλοντας αἰῶνας ἡμέρα μία λελόγισται. Τί οὖν ἡμῖν λοιπὸν φιλιάζειν τῷ κόσμῳ; Τί δὲ κεχηνέναι τοῖς παροῦσιν; Τί δὲ καὶ ἐπιστρέφεσθαι οὐ λέγω πρὸς τήνδε τὴν ἐπιθυμίαν, ἀλλὰ γὰρ οὐδὲ πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ ὅσα ἄλλα τῶν ὁρόντων· ἃ γὰρ μικρὸν ὕστερον καταλείψομεν, τί μάτην τούτοις προσκείμεθα; Μίαν, φησὶν, ἠρετισάμην παρὰ κυρίου, ταύτην ζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Εἰς ἣν ὁ καταξιωθεὶς φθάσαι, ἐῤῥύσθη ἀπὸ τῆς πονηρᾶς ἡμέρας ἐκείνης, περὶ ἧς φησί τις τῶν προφητῶν· Ἵνα τί ὑμεῖς ζητεῖτε τὴν ἡμέραν κυρίου, καὶ αὕτη ἐστι σκότος, καὶ οὐ φῶς. Ἀλλὰ γὰρ καὶ ὁ μακάριος ἀπόστολος ἡμέραν ὀργῆς αὐτὴν ἀπεκάλεσεν εἰπών· Θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Καὶ ἵνα ἐξ ὑποδείγματος ἐκ τῶν καθ᾽ ἡμᾶς εἰκασίαν τινα τῆς πονηρᾶς ἡμέρας ἐκείνης παραστήσωμεν, ἀναμνησθῶμεν, εἰ βούλεσθε, τοῦ πρὸ μικροῦ φοιτήσαντος ἐνταῦθα ἀνδρὸς, ὃς ὑπὸ δαίμονος πληγεὶς συνεπνίγετο ὑπ᾽ αὐτοῦ κατακαιόμενος ἀδημονῶν τε καὶ βοῶν νύκτωρ καὶ μεθ᾽ ἡμέραν, καὶ μηδεμίαν ἔχων σύστασιν ἢ ἄνεσιν τοῦ καθόλου. Ἀνεκτὴν ἄρα οἴεσθε τὴν τιμωρίαν τοῦ ἀνδρός. Οὐ μὲν οὖν, ἐπειδὴ δὲ αὕτη ὅναρ πρὸς τὴν μέλλουσαν, πῶς οἴσωμεν, ἀδελφοί μου, ἐκείνην, τὸ πῦρ τὸ ἄσβεστον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὰ μυρία ἄλλα βασανιστήρια. Ἀλλὰ μὴ ἡμῖν κύριε· μὴ ἡμῖν· γένοιτο δὲ πάντας ἡμᾶς ἐλέει θεοῦ καὶ εὐχαῖς ἁγίων καὶ τοῦ μακαρίου πατρὸς ἡμῶν τούτων ἁπάντων ῥυσθέντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.